×




Βιβλία - Πηγαί

Books - Sources

Ἱερατικόν

Hieratikon

Θεία Λειτουργία

Πεντηκοστάριον

Pentecostarion

Κυριακὴ τῆς Πεντηκοστῆς

Sunday of the Holy Pentecost

__________

__________



ΛΕΙΤΟΥΡΓΙΑ

The Divine Liturgy of Our Father Among the Saints John Chrysostom

The Liturgy of the Catechumens

Εὐλόγησον, Δέσποτα.

The Deacon, having received a blessing from the Priest, comes out of the Sanctuary by the North Door and, standing in his usual place in front of the Holy Doors, makes three bows and begins: Master, give the blessing.

Εὐλογημένη ἡ Βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

The Priest, lifting up the book of the Gospel, and making the sign of the Cross with it over the Antimension, says in a clear voice: Blessed is the Kingdom of the Father, and of the Son, and of the Holy Spirit, now and for ever, and to the ages of ages.

( Ἀμήν. )

( Amen. )

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

In peace, let us pray to the Lord.

ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν)

PEOPLE And so after each petition.

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

For the peace from on high and for the salvation of our souls, let us pray to the Lord.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

For the peace of the whole world, for the welfare of the holy Churches of God, and for the union of all, let us pray to the Lord.

Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

For this holy house, and for those who enter it with faith, reverence and the fear of God, let us pray to the Lord.

Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.

For all devout and Orthodox Christians, let us pray to the Lord.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

For our Bishop (or Archbishop) (name) for the honoured order of presbyters, for the diaconate in Christ, for all the clergy and the people, let us pray to the Lord.

Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.

For our nation (name), the President (name), civil authorities and armed forces, let us pray to the Lord.

Ὑπὲρ τῆς πόλεως ταύτης, πάσης πόλεως, χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

For this city, for every city, town and village, and for the faithful who dwell in them, let us pray to the Lord.

Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.

For favourable weather, an abundance of the fruits of the earth, and temperate seasons, let us pray to the Lord.

Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

For those who travel by land, air or water, for the sick, the suffering, for those in captivity, and for their safety and salvation, let us pray to the Lord.

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

For our deliverance from all affliction, wrath, danger and constraint, let us pray to the Lord.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and keep us, O God, by your grace.

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ· Σοί, Κύριε.

To you, O Lord.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΑΝΤΙΦΩΝΟΥ Αʹ

Prayer of the First Antiphon

Κύριε ὁ Θεὸς ἡμῶν, οὗ τὸ κράτος ἀνείκαστον καὶ ἡ δόξα ἀκατάληπτος, οὗ τὸ ἔλεος ἀμέτρητον καὶ ἡ φιλανθρωπία ἄφατος. Αὐτὸς Δέσποτα, κατὰ τὴν εὐσπλαχνίαν σου, ἐπίβλεψον ἐφʼ ἡμᾶς καὶ ἐπὶ τὸν ἅγιον οἶκον τοῦτον καὶ ποίησον μεθʼ ἡμῶν, καί τῶν συνευχομένων ἡμῖν, πλούσια τὰ ἐλέη σου καί τοὺς οἰκτιρμούς σου.

Lord, our God, whose might is beyond compare and whose glory is beyond understanding, whose mercy is without measure and whose love for mankind beyond all telling, look upon us and upon this holy house, Master, according to your loving kindness, and bestow on us and on those who pray with us your acts of rich mercy and compassion.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST Aloud:

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For to you belong all glory, honour and worship, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages.

ΧΟΡΟΣ

PEOPLE

Ἀμήν.

Amen.

Ἀντίφωνον Αʹ. Ἦχος βʹ. Ψαλμὸς ΙΗʹ (18).

First Antiphon Tone 2. Psalm 18.

Στίχ. αʹ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Verse 1: The heavens declare the glory of God: the firmament proclaims the work of his hands.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

At the prayers of the Mother of God, O Saviour, save us. [EL]

Στίχ. βʹ. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.

Verse 2: Day to day utters the word: and night to night proclaims knowledge.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

At the prayers of the Mother of God, O Saviour, save us. [EL]

Στίχ. γʹ. Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν.

Verse 3: There is no speech or language: where their voices are not heard.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

At the prayers of the Mother of God, O Saviour, save us. [EL]

Στίχ. γʹ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Verse 3: Their sound has gone out into all the earth: and their words to the ends of the world.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

At the prayers of the Mother of God, O Saviour, save us. [EL]

Δόξα· καὶ νῦν.

Glory to the Father, and to the Son, and to the Holy Spirit; both now and for ever, and to the ages of ages. Amen.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

At the prayers of the Mother of God, O Saviour, save us. [EL]

ΜΙΚΡΑ ΣΥΝΑΠΤΗ

Short Litany

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again in peace, let us pray to the Lord.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον.

Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and keep us, O God, by your grace.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον.

Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ· Σοί, Κύριε.

To you, O Lord.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΑΝΤΙΦΩΝΟΥ Βʹ

Prayer of the Second Antiphon

Κύριε, ὁ Θεὸς ἡμῶν, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, τὸ πλήρωμα τῆς ἐκκλησίας σου φύλαξον, ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου. Σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ.

Lord, our God, save your people and bless your inheritance; protect the fullness of your Church, sanctify those who love the beauty of your house, glorify them in return by your divine power, and do not forsake us who hope in you.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST Aloud:

Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For yours is the might, and yours is the kingdom, the power and the glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages.

ΧΟΡΟΣ

PEOPLE

Ἀμήν.

Amen.

Ἀντίφωνον Βʹ. Ἦχος βʹ. Ψαλμὸς ΙΘʹ (19).

Second Antiphon Tone 2. Psalm 19

Στίχ. αʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ.

Verse 1: May the Lord hear you in the day of trouble; may the name of the God of Jacob shield you. [EL]

Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Good Paraclete, save us who sing to you: Alleluia! [EL]

Στίχ. αʹ. Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.

Verse 1: May he send you his help from the holy place, and support you from Sion.

Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Good Paraclete, save us who sing to you: Alleluia! [EL]

Στίχ. αʹ. Μνησθείη πάσης θυσίας σου καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.

Verse 1: May he remember your every sacrifice, and accept with favour your whole burnt offering.

Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Good Paraclete, save us who sing to you: Alleluia! [EL]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Glory to the Father, and to the Son, and to the Holy Spirit.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and for ever, and to the ages of ages. Amen.

Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Only-begotten Son and Word of God, * who, being immortal, * accepted for our salvation * to take flesh from the holy Mother of God * and Ever-Virgin Mary, and without change became man; * you were crucified, Christ God, * by death trampling on death, * though being one of the Holy Trinity, * glorified with the Father and the Holy Spirit: * save us! [EL]

ΜΙΚΡΑ ΣΥΝΑΠΤΗ

Short Litany

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again in peace, let us pray to the Lord.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον.

Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and keep us, O God, by your grace.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον.

Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ· Σοί, Κύριε.

To you, O Lord.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΑΝΤΙΦΩΝΟΥ Γʹ

Prayer of the Third Antiphon

Ὁ τὰς κοινὰς ταύτας καὶ συμφώνους ἡμῖν χαρισάμενος προσευχάς, ὁ καὶ δυσὶ καὶ τρισὶ συμφωνοῦσιν ἐπὶ τῷ ὀνόματί σου τὰς αἰτήσεις παρέχειν ἐπαγγειλάμενος. Αὐτός καὶ νῦν τῶν δούλων σου τὰ αἰτήματα πρὸς τὸ συμφέρον πλήρωσον, χορηγῶν ἡμῖν ἐν τῷ παρόντι αἰῶνι τὴν ἐπίγνωσιν τῆς σῆς ἀληθείας καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον χαριζόμενος.

You have given us grace to make these common and united prayers, and have promised that when two or three agree in your name you will grant their requests; fulfil now the petitions of your servants as is expedient, granting us in this present age the knowledge of your truth and in the age to come everlasting life.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST Aloud:

Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For you, O God, are good and love mankind, and to you we give glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages.

ΧΟΡΟΣ

PEOPLE

Ἀμήν.

Amen.

Ἀντίφωνον Γʹ. Ἦχος πλ. δʹ. Ψαλμὸς Κʹ (20).

Third Antiphon Tone 8. Psalm 20

Στίχ. αʹ. Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.

Verse 1: The king will rejoice in your power, O Lord, he will exult exceedingly in your salvation. [EL]

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ διʼ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, Φιλάνθρωπε, δόξα σοι.

Blessed are you, Christ our God, who revealed the fishermen to be most wise by sending down to them the Holy Spirit, and so through them catching the whole world in a net: Lover of mankind, glory to you!

Στίχ. βʹ. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν.

Verse 2: You gave him his heart’s desire; you did not deny him the request of his lips.

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς…

Blessed are you, Christ our God.

Στίχ. βʹ. Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.

Verse 2: For you came to meet him with blessings of goodness; you placed a crown of precious stones upon his head.

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς…

Blessed are you, Christ our God.

Στίχ. βʹ. Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ, μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.

Verse 2: He asked you for life, and you gave him length of days for age on age.

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς…

Blessed are you, Christ our God.

ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ

Entrance with the Holy Gospel

(Ψαλλομένου τοῦ Ἀπολυτικίου, γίνεται ὑπὸ τοῦ Ἱερέως ἡ Εἴσοδος μετὰ τοῦ Εὐαγγελίου. Ὁ Ἱερεὺς προσεύχεται χαμηλοφώνως τὴν ἑπομένην εὐχήν:)

While the Doxastikon of the Beatitudes, or the Third Antiphon, is being sung, the Priest and Deacon, standing in front of the Holy Table, make three bows; then the Priest takes the holy Gospel and gives it to the Deacon, who kisses the Priest’s hand. And so they come out through the north door, preceded by lights, and make the Little Entrance. Standing in the middle of the church they bow their heads.

ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως)

DEACON (in a low voice)

Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον.

Let us pray to the Lord. Lord, have mercy.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΤΗΣ ΕΙΣΟΔΟΥ ΤΟΥ ΑΓΙΟΥ ΕΥΑΓΓΕΛΙΟΥ

Prayer of the Entrance

Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ καταστήσας ἐν οὐρανοῖς τάγματα καὶ στρατιὰς ἀγγέλων καὶ ἀρχαγγέλων εἰς λειτουργίαν τῆς σῆς δόξης, ποίησον σὺν τῇ εἰσόδῳ ἡμῶν εἴσοδον ἁγίων ἀγγέλων γενέσθαι, συλλειτουργούντων ἡμῖν καὶ συνδοξολογούντων τὴν σὴν ἀγαθότητα. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Master, Lord our God, you have set orders and armies of Angels and Archangels in heaven to minister to your glory; grant that, with our entrance, holy Angels may enter, concelebrating with us, and with us glorifying your goodness. For to you belong all glory, honour and worship, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. Amen.

ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως)

DEACON (in a low voice)

Εὐλόγησον Δέσποτα, τὴν ἁγίαν εἴσοδον.

Master, bless the holy entrance.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Εὐλογημένη ἡ εἴσοδος τῶν Ἁγίων σου, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Blessed is the entrance of your holy place, always, now and for ever, and to the ages of ages. Amen.

ΔΙΑΚΟΝΟΣ (ἐκφώνως)

DEACON Aloud:

Σοφία. Ὀρθοί.

Wisdom. Stand upright.

ΧΟΡΟΣ

PEOPLE

Εἰσοδικόν. Ἦχος βʹ.

Entrance Hymn Tone 2.

Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου· ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου.

Be exalted, Lord, in your power; we will sing and praise your mighty acts.

Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ,

Good Paraclete, [EL]

ψάλλοντάς σοι, Ἀλληλούϊα.

save us who sing to you: Alleluia!

Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον

Hymns After the Small Entrance.

ΧΟΡΟΣ

PEOPLE

Ἀπολυτίκιον τῆς Ἑορτῆς.

Apolytikion of the Feast.

Τοῦ Πεντηκοσταρίου - - -

Ἦχος πλ. δʹ.

Tone 8.

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ διʼ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, Φιλάνθρωπε, δόξα σοι. (3)

Blessed are you, Christ our God, who revealed the fishermen to be most wise by sending down to them the Holy Spirit, and so through them catching the whole world in a net: Lover of mankind, glory to you! [EL] (three times).

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father, and to the Son, and to the Holy Spirit; both now and for ever, and to the ages of ages. Amen.

Τοῦ Πεντηκοσταρίου - - -

Κοντάκιον τῆς Ἑορτῆς.

Kontakion of the Feast.

Ἦχος πλ. δʹ.

Tone 8.

Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος· ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσε· καὶ συμφώνως δοξάζομεν τὸ Πανάγιον Πνεῦμα.

When the Most High came down he confused the tongues, divided the nations; but when he parted the tongues of fire, he called all to unity, and with one voice we glorify the all-holy Spirit. [EL]

Ο ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ

ΔΙΑΚΟΝΟΣ

DEACON

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

ΧΟΡΟΣ

PEOPLE

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΤΟΥ ΤΡΙΣΑΓΙΟΥ ΥΜΝΟΥ

Prayer of the Trisagion

Ὁ Θεὸς ὁ Ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, ὁ τρισαγίῳ φωνῇ ὑπό τῶν Σεραφεὶμ ἀνυμνούμενος καὶ ὑπό τῶν Χερουβεὶμ δοξολογούμενος, καὶ ὑπὸ πάσης ἐπουρανίου δυνάμεως προσκυνούμενος ὁ ἐκ τοῦ μὴ ὄντος εἰς το εἶναι παραγαγὼν τὰ σύμπαντα ὁ κτίσας τὸν ἄνθρωπον κατʼ εἰκόνα σὴν καὶ ὁμοίωσιν καὶ παντί σου χαρίσματι κατακοσμήσας, ὁ διδοὺς αἰτοῦντι σοφίαν καὶ σύνεσιν, καὶ μὴ παρορῶν ἁμαρτάνοντα, ἀλλὰ θέμενος ἐπὶ σωτηρίᾳ μετάνοιαν, ὁ καταξιώσας ἡμᾶς, τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους σου, καὶ ἐν τῇ ὥρᾳ ταύτῃ στῆναι κατενώπιον τῆς δόξης τοῦ ἁγίου σου θυσιαστηρίου, καὶ τὴν ὀφειλομένην σοι προσκύνησιν καὶ δοξολογίαν προσάγειν. Αὐτός, Δέσποτα, πρόσδεξαι καὶ ἐκ στόματος ἡμῶν τῶν ἁμαρτωλῶν τὸν Τρισάγιον ὕμνον καὶ ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου. Συγχώρησον ἡμῖν πᾶν πλημμέλημα, ἑκούσιόν τε καὶ ἀκούσιον, ἁγίασον ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα καὶ δὸς ἡμῖν ἐν ὁσιότητι λατρεύειν σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν, πρεσβείαις τῆς ἁγίας Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων, τῶν ἀπʼ αἰῶνός σοι εὐαρεστησάντων.

Holy God, at rest in the holy place, hymned by the Seraphim with the thrice-holy song, glorified by the Cherubim and worshipped by every heavenly Power, out of non-existence you brought the universe into being and created humankind according to your image and likeness, adorning it with every gift of your grace. You give wisdom and understanding to those who ask, and you do not reject the sinner, but for our salvation you have established repentance. You have counted us, your humble and unworthy servants, worthy to stand at this time before the glory of your holy altar, and to offer you due worship and praise. Accept, Master, the thrice-holy hymn even from the mouth of us sinners, and visit us in your goodness. Pardon us every offence, voluntary and involuntary; sanctify our souls and bodies, and grant that we may worship you in holiness all the days of our life; at the prayers of the holy Mother of God and of all the Saints who have been well-pleasing to you in every age.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST Aloud:

Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί…

For you, our God, are holy, and to you we give glory, Father, Son and Holy Spirit, now and for ever,

ΔΙΑΚΟΝΟΣ

DEACON

…καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

and to the ages of ages.

ΧΟΡΟΣ

PEOPLE

Ἀμήν.

Amen.

Ἀντὶ τοῦ Τρισαγίου

Instead of the Trisagion:

Ἦχος αʹ.

Tone 1.

Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα. (3)

As many of you as have been baptized into Christ have put on Christ. Alleluia. [EL] (three times).

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father, and to the Son, and to the Holy Spirit. Both now and for ever, and to the ages of ages. Amen.

Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα.

Have put on Christ. Alleluia.

ΔΙΑΚΟΝΟΣ

DEACON

Δύναμις.

Dynamis.

ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως)

DEACON (in a low voice)

Κέλευσον, δέσποτα.

Master, command.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Blessed is he who comes in the name of the Lord.

ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως)

DEACON (in a low voice)

Εὐλόγησον, Δέσποτα, τὴν ἄνω καθέδραν.

Master, bless the Throne on high.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Εὐλογημένος εἶ, ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ καθήμενος ἐπί τῶν Χερουβείμ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Blessed are you on the throne of glory of your Kingdom, who are seated upon the Cherubim, always, now and for ever, and to the ages of ages.

ΧΟΡΟΣ

PEOPLE

Δύναμις.

Dynamis.

Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα.

As many of you as have been baptized into Christ have put on Christ. Alleluia.

ΤΑ ΑΝΑΓΝΩΣΜΑΤΑ

The Readings from the New Testament

Ὁ Ἀπόστολος

The Epistle

Κυριακῇ Ὀγδόῃ, τῆς Ἁγίας Πεντηκοστῆς

Eighth Sunday, of Holy Pentecost.

ΔΙΑΚΟΝΟΣ

DEACON

Πρόσχωμεν.

Let us attend.

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη πᾶσι.

Peace to all.

ΧΟΡΟΣ

PEOPLE

Καὶ τῷ πνεύματί σου.

And to your spirit.

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία.

Wisdom.

ΑΝΑΓΝΩΣΤΗΣ

READER , coming into the middle of the church, says:

Ἦχος 8. Ψαλμὸς τῷ Δαυΐδ.

Prokeimenon of the Apostle. Mode 8. A Psalm of David.

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Their sound has gone out into all the earth: and their words to the ends of the world. [EL]

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Verse: The heavens declare the glory of God: the firmament proclaims the work of his hands. [EL]

ΔΙΑΚΟΝΟΣ

DEACON

Πρόσχωμεν.

Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Πράξεων τῶν Ἀποστόλων τὸ ἀνάγνωσμα.

The reading is from the Acts of the Apostles.

ΔΙΑΚΟΝΟΣ

DEACON

Πρόσχωμεν.

Let us attend.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Πραξ 2:1 – 11

Acts 2:1 – 11

Ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν ἅπαντες ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό. καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι· καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ἐκάθισέ τε ἐφ᾿ ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. Ἦσαν δὲ ἐν Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν· γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. ἐξίσταντο δὲ πάντες καὶ ἐθαύμαζον λέγοντες πρὸς ἀλλήλους· οὐκ ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν, Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ;

Now when the day of Pentecost came, they were all with one accord [gathered] in the same place. Suddenly, there came from heaven a sound like the rushing of a mighty wind, and it filled the whole house where they were sitting. Divided tongues that seemed like fire appeared and one [tongue] rested on each of them. Then they were all filled with the Holy Spirit and began to speak in other languages, as the Spirit gave them the ability to speak. At that time {of year}, devout Jews from every nation under heaven were staying in Jerusalem. When this sound was heard, a crowd formed and people were bewildered because everyone heard the disciples speaking in his own language. They were all amazed and marveled, saying to one another, “Behold, are not all these who speak Galileans? How is it that we hear everyone [speak] in our own native language? Parthians, Medes, Elamites, and people from Mesopotamia, Judea, Cappadocia, Pontus, Asia, Phrygia, Pamphylia, Egypt, the parts of Libya around Cyrene, visitors from Rome, both Jews and proselytes, Cretans and Arabians: we hear them speaking in our languages [concerning] the deeds of power of God!” [EOB]

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.

Peace to you.

Ἀλληλούϊα. Ἦχος αʹ. Ψαλμὸς ΛΒʹ (32).

Alleluia. Tone 1. Psalm 32.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia, Alleluia, Alleluia.

Στίχ. αʹ. Τῷ λόγῳ τοῦ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.

Verse 1: By the Word of the Lord the heavens were made firm, and by the Spirit of his mouth all their power. [EL]

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia, Alleluia, Alleluia.

Στίχ. βʹ. Ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος, εἶδε πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων.

Verse 2: From heaven the Lord has looked upon the earth: he saw all the children of humankind.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia, Alleluia, Alleluia.

While the Alleluia is being sung the Deacon, taking the censer with incense, approaches the Priest, and having received a blessing for the incense he censes the book of the Gospel, the Holy Table all round, the whole sanctuary, the Priest and, coming out a little from the Holy Doors, the principal icons and the People.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΤΟΥ ΕΥΑΓΓΕΛΙΟΥ

Prayer of the Gospel

Ἔλλαμψον ἐν ταῖς καρδίαις ἡμῶν, φιλάνθρωπε Δέσποτα, τὸ τῆς σῆς θεογνωσίας ἀκήρατον φῶς, καί τοὺς τῆς διανοίας ἡμῶν ὀφθαλμοὺς διάνοιξον εἰς τὴν τῶν εὐαγγελικῶν σου κηρυγμάτων κατανόησιν. Ἔνθες ἡμῖν καὶ τὸν τῶν μακαρίων σου ἐντολῶν φόβον, ἵνα τὰς σαρκικὰς ἐπιθυμίας πάσας καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ πρὸς εὐαρέστησιν τὴν σὴν καὶ φρονοῦντες καὶ πράττοντες. Σὺ γὰρ εἶ ὁ φωτισμός τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Master, Lover of mankind, make the pure light of your divine knowledge shine in our hearts and open the eyes of our mind to understand the message of your Gospel. Implant in us the fear of your blessed commandments, so that, having trampled down all carnal desires, we may pursue a spiritual way of life, thinking and doing all things that are pleasing to you. For you are the illumination of our souls and bodies, Christ God, and to you we give glory, together with your Father who is without beginning, and your all-holy, good and life-giving Spirit, now and for ever, and to the ages of ages. Amen.

Ἰωάννην

The Deacon bows his head and says to the priest in a low voice: Master, bless the herald of the Good Tidings of the Holy Apostle and Evangelist John

ΙΕΡΕΥΣ

PRIEST

Ἰωάννην

May God, through the prayers of the holy, glorious Apostle and Evangelist John grant you to proclaim the word with much power, for the fulfilling of the Gospel of his Beloved Son, our Lord Jesus Christ.

Ἀμήν.

And the Priest hands him the Gospel. The Deacon takes it, saying Amen. And having kissed the Priest’s hand, goes out and preceded by lights makes his way to the Ambo.

Τὸ Εὐαγγέλιον

The Holy Gospel

Κυριακῃ Ὀγδόῃ τῆς Πεντηκοστῆς

Holy Pentecost

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Wisdom. Stand upright. Let us listen to the Holy Gospel.

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη πᾶσι.

Peace to all.

ΧΟΡΟΣ

PEOPLE

Καὶ τῷ πνεύματί σου.

And to your spirit.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the Holy Gospel according to John

ΙΕΡΕΥΣ

PRIEST

Πρόσχωμεν.

Let us attend.

ΧΟΡΟΣ

PEOPLE

Δόξα σοι, Κύριε, δόξα σοι.

Glory to you, O Lord, glory to you.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ιω ζʹ 37 – 52, ηʹ 12

Jn. 7:37 – 52; 8:12

Τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε λέγων· ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα Ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον ἔλεγον· οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· ἄλλοι ἔλεγον· οὗτός ἐστιν ὁ Χριστός· ἄλλοι ἔλεγον· μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυῒδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν Δαυΐδ, ὁ Χριστὸς ἔρχεται; σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι᾽ αὐτόν. τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ᾽ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὰς χεῖρας. Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· διατί οὐκ ἠγάγετε αὐτόν; ἀπεκρίθησαν οἱ ὑπηρέται· οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· μὴ καὶ ὑμεῖς πεπλάνησθε; μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; ἀλλ᾽ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσι! λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτόν, εἷς ὢν ἐξ αὐτῶν· μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ᾽ αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ; ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται. Πάλιν οὖν αὐτοῖς ὁ Ἰησοῦς ἐλάλησε λέγων· ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ᾽ ἕξει τὸ φῶς τῆς ζωῆς.

Now on the last and greatest day of the feast, Jesus stood and spoke loudly, “If anyone is thirsty, let him come to me and drink! From within whoever believes in me, as the Scripture has said, will flow rivers of living water!” But he said this concerning the Spirit, which those believing in him were to receive. For the Holy Spirit was not yet given, because Jesus was not yet glorified. When they heard this saying , many of the people said, “This is truly the prophet!” Others said, “This is the Christ!” Still others said, “What? Does the Christ come out of Galilee? Has not the Scripture said that the Christ comes from the seed of David and from Bethlehem, the village where David was?” And so, there arose a division in the crowd because of him. Some of them would have arrested him, but no one laid hands on him. And so, the officers returned to the chief priests and Pharisees, who asked them, “Why did you not bring him?” The officers answered, “No one has ever spoken like this man!” At this, the Pharisees replied, “You are not also led astray, are you? Have any of the rulers believed in him, or the Pharisees? But this multitude that does not know the law is accursed.” Nicodemus (who had come to him by night, being one of the Pharisees ) said to them, “Does our law judge someone without first hearing from him personally to find out what this person is doing?” They answered him, “Are you also from Galilee? Search, and see that no prophet has arisen out of Galilee.” Then again, Jesus spoke to them, saying, “I am the light of the world. Whoever follows me will not walk in the darkness but will have the light of life.” [EOB]

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη σοι.

Peace to you.

ΧΟΡΟΣ

PEOPLE

Δόξα σοι, Κύριε, δόξα σοι.

Glory to you, O Lord, glory to you.

The Priest takes the Gospel from the Deacon, kisses it and blesses the people with it. He then replaces it on the Holy Table.

ΤΟ ΚΗΡΥΓΜΑ

The Homily

(Κατὰ τὴν ἀρχαιοτάτην παράδοσιν, τὸ κήρυγμα τοῦ θείου λόγου ἐγίνετο εὐθὺς μετὰ τὰ ἀναγνώσματα.)

Then the Preacher instructs the people in the word of God.

Then the Deacon, standing in his usual place, says the following Litany of Fervent Supplication.

Η ΜΕΓΑΛΗ ΕΚΤΕΝΗΣ ΙΚΕΣΙΑ ἢ ΔΕΗΣΙΣ

Litany of Fervent Supplication

ΔΙΑΚΟΝΟΣ

DEACON

Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.

Let us all say, with all our soul and with all our mind, let us say.

( Κύριε, ἐλέησον. )

( Lord, have mercy. )



Κύριε παντοκράτορ ὁ Θεὸς τῶν πατέρων ἡμῶν, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Lord Almighty, the God of our fathers, we pray you, hear and have mercy.

( Κύριε, ἐλέησον. )

( Lord, have mercy. )



Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Have mercy on us, O God, according to your great mercy, we pray you, hear and have mercy.

( Κύριε, ἐλέησον. (3) )

( Lord, have mercy. (three times). )



Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).

Also we pray for our Bishop (or Archbishop) N.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.

Also we pray for mercy, life, peace, health, salvation, visitation, pardon and forgiveness of sins for the servants of God, all devout and Orthodox Christians, those who dwell in or visit this city and parish, the wardens and members of this church and their families; [and for the servants of God N. & N. (Here the Deacon may name those for whom he has been asked to pray), and all who have asked for our prayers, unworthy though we are.]

Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων καὶ ἁπανταχοῦ ὀρθοδόξων.

Also we pray for the blessed and ever-remembered founders of this holy church, and for all our departed brothers and sisters, Orthodox believers, who have gone to their rest before us and who here and in all the world lie asleep in the Lord; [and for the servants of God N. & N. (Here the Deacon may name those for whom he has been asked to pray), and that they may be pardoned all their offences, both voluntary and involuntary.]

Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.

Also we pray for those who bring offerings, those who care for the beauty of this holy and venerable house, for those who labour in its service, for those who sing, and for the people here present, who await your great and rich mercy.

EΥΧΗ ΤΗΣ ΕΚΤΝΟΥΣ ΙΚΕΣΙΑΣ

Prayer of Supplication

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Κύριε ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρά τῶν σῶν δούλων καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καί τοὺς οἰκτιρμούς σου κατάπεμψον ἐφʼ ἡμᾶς, καὶ ἐπὶ πάντα τὸν λαόν σου, ἀπεκδεχόμενον τὸ παρά σοῦ μέγα καὶ πλούσιον ἔλεος.

Lord, our God, accept this fervent supplication from your servants, and have mercy on us according to the multitude of your mercy; and send down your pity on us and on all your people, who await your rich mercy.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For you, O God, are merciful, and love mankind, and to you we give glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages.

( Ἀμήν. )

( Amen. )

Then the Litany for the Catechumens, those preparing for Baptism.

ΔΙΑΚΟΝΟΣ

DEACON

Εὔξασθε οἱ Κατηχούμενοι τῷ Κυρίῳ.

Catechumens, pray to the Lord.

( Κύριε, ἐλέησον. )

( Lord, have mercy. )

Οἱ πιστοί, ὑπέρ τῶν Κατηχουμένων δεηθῶμεν.

Believers, let us pray for the catechumens;

( Κύριε, ἐλέησον. )

( Lord, have mercy. )

Ἵνα ὁ Κύριος αὐτοὺς ἐλεήσῃ.

That the Lord will have mercy on them;

( Κύριε, ἐλέησον. )

( Lord, have mercy. )

Κατηχήσῃ αὐτοὺς τὸν λόγον τῆς ἀληθείας.

Instruct them in the word of truth;

( Κύριε, ἐλέησον. )

( Lord, have mercy. )

Ἀποκαλύψῃ αὐτοῖς τὸ Εὐαγγέλιον τῆς δικαιοσύνης.

Reveal to them the Gospel of righteousness;

( Κύριε, ἐλέησον. )

( Lord, have mercy. )

Ἑνώσῃ αὐτοὺς τῇ ἁγίᾳ αὐτοῦ Καθολικῇ καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ.

Unite them to his Holy, Catholic and Apostolic Church.

( Κύριε, ἐλέησον. )

( Lord, have mercy. )

Σῶσον, ἐλέησον, ἀντιλαβοῦ, καὶ διαφύλαξον αὐτούς, ὁ Θεός, τῇ σῇ χάριτι.

Save them, have mercy on them, help them and keep them, O God, by your grace.

( Κύριε, ἐλέησον. )

( Lord, have mercy. )

Οἱ Κατηχούμενοι τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.

Catechumens, bow your heads to the Lord.

( Σοί, Κύριε. )

( To you, O Lord. )

ΕΥΧΗ ΤΩΝ ΚΑΤΗΧΟΥΜΕΝΩΝ

Prayer for the Catechumens

(Before the Unfolding of the Antimension)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν, ὁ διὰ τὴν σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων ἐξαποστείλας, τὸν μονογενῆ σου Υἱὸν καὶ Θεόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐπίβλεψον ἐπί τοὺς δούλους σου τοὺς Κατηχουμένους, τοὺς ὑποκεκλικότας σοι τὸν ἑαυτῶν αὐχένα, καὶ καταξίωσον αὐτούς, ἐν καιρῷ εὐθέτῳ, τοῦ λουτροῦ τῆς παλιγγενεσίας, τῆς ἀφέσεως τῶν ἁμαρτιῶν καί τοῦ ἐνδύματος τῆς ἀφθαρσίας, ἕνωσον αὐτοὺς τῇ ἁγίᾳ σου, Καθολικῇ καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ καὶ συγκαταρίθμησον αὐτοὺς τῇ ἐκλεκτῇ σου ποίμνῃ.

Lord, our God, dwelling on high and beholding things below, who for the salvation of mankind sent forth your only-begotten Son, our Lord and God, Jesus Christ, look upon your servants the catechumens, who have bowed their necks to you; and count them worthy in due time of the washing of rebirth, the forgiveness of sins and the garment of incorruption; unite them to your holy, Catholic and Apostolic Church, and number them with your chosen flock.

ΙΕΡΕΥΣ

PRIEST

Ἴνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

That they also with us may glorify your all-honoured and majestic name, of Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages.

( Ἀμήν. )

( Amen. )

Then the Priest unfolds the Antimension on the Holy Table.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὅσοι κατηχούμενοι, προέλθετε. Οἱ Κατηχούμενοι, προέλθετε. Ὅσοι κατηχούμενοι προέλθετε. Μή τις τῶν κατηχουμένων.

As many as are catechumens, depart; catechumens, depart; as many as are catechumens, depart. None of the catechumens!

Ὅσοι πιστοί, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

As many as are believers, again and again in peace, let us pray to the Lord.

( Κύριε, ἐλέησον. )

( Lord, have mercy. )

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and keep us, O God, by your grace.

( Κύριε, ἐλέησον. )

( Lord, have mercy. )

Σοφία.

Wisdom.

ΕΥΧΗ ΤΩΝ ΠΙΣΤΩΝ Αʹ

First Prayer of the Faithful

(After the Unfolding of the Antimension)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Εὐχαριστοῦμέν σοι, Κύριε, ὁ Θεός τῶν δυνάμεων, τῷ καταξιώσαντι ἡμᾶς παραστῆναι καὶ νῦν τῷ ἁγίῳ σου θυσιαστηρίῳ καὶ προσπεσεῖν τοῖς οἰκτιρμοῖς σου ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καί τῶν τοῦ λαοῦ ἀγνοημάτων. Πρόσδεξαι, ὁ Θεός, τὴν δέησιν ἡμῶν, ποίησον ἡμᾶς ἀξίους γενέσθαι τοῦ προσφέρειν σοι δεήσεις καὶ ἱκεσίας καὶ θυσίας ἀναιμάκτους ὑπὲρ παντός τοῦ λαοῦ σου, καὶ ἱκάνωσον ἡμᾶς, οὓς ἔθου εἰς τὴν διακονίαν σου ταύτην, ἐν τῇ δυνάμει τοῦ Πνεύματός σου τοῦ Ἁγίου, ἀκαταγνώστως καὶ ἀπροσκόπτως, ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεως ἡμῶν, ἐπικαλεῖσθαί σε ἐν παντὶ καιρῷ καὶ τόπῳ, ἵνα εἰσακούων ἡμῶν, ἵλεως ἡμῖν εἴης, ἐν τῷ πλήθει τῆς σῆς ἀγαθότητος.

We thank you, Lord God of the powers of heaven, for counting us worthy to stand even now before your holy altar and humbly to seek your compassion for our sins and for those committed in ignorance by the people. Receive our supplication, O God; make us worthy to offer you prayers and entreaties and unbloody sacrifices for all your people. And enable us, whom you have appointed to this your ministry by the power of your Holy Spirit, to invoke you at every time and place without blame and without condemnation, with the witness of a pure conscience, so that you may hear us and be merciful to us in the abundance of your goodness.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For to you belong all glory, honour and worship, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages.

( Ἀμήν. )

( Amen. )

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again in peace, let us pray to the Lord.

( Κύριε, ἐλέησον. )

( Lord, have mercy. )

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and keep us, O God, by your grace.

( Κύριε, ἐλέησον. )

( Lord, have mercy. )

Σοφία.

Wisdom.

And he enters the Sanctuary.

(Παραλείπονται ἡ ἐκτενής, ἡ δέησις ὑπἐρ τῶν κατηχουμένων, καὶ ἡ αʹ εὐχὴ τῶν πιστῶν.)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΤΩΝ ΠΙΣΤΩΝ Bʹ

Second Prayer of the Faithful

Πάλιν καὶ πολλάκις σοι προσπίπτομεν καί σοῦ δεόμεθα, ἀγαθὲ καὶ φιλάνθρωπε, ὅπως, ἐπιβλέψας ἐπὶ τὴν δέησιν ἡμῶν, καθαρίσῃς ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καὶ δῴης ἡμῖν ἀνένοχον καὶ ἀκατάκριτον τὴν παράστασιν τοῦ ἁγίου σου θυσιαστηρίου. Χάρισαι δέ, ὁ Θεός, καὶ τοῖς συνευχομένοις ἡμῖν προκοπὴν βίου καὶ πίστεως καὶ συνέσεως πνευματικῆς, δὸς αὐτοῖς πάντοτε, μετὰ φόβου καὶ ἀγάπης λατρεύειν σοι, ἀνενόχως καὶ ἀκατακρίτως μετέχειν τῶν ἁγίων σου μυστηρίων, καί τῆς ἐπουρανίου σου βασιλείας ἀξιωθῆναι.

Again and many times we fall down before you and pray you, who are good and the lover of mankind, that heeding our prayer you will cleanse our souls and bodies from every defilement of flesh and spirit, and will grant us to stand without guilt or condemnation before your holy altar. Give also to those who pray with us the grace of progress in right living, in faith and spiritual understanding. Grant that always worshipping you with fear and love, they may partake of your holy mysteries without guilt or condemnation, and be counted worthy of your heavenly kingdom.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST Aloud:

Ὅπως ὑπό τοῦ κράτους σου πάντοτε φυλαττόμενοι, σοὶ δόξαν ἀναπέμπωμεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

That being always guarded by your might, we may give glory to you, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages.

ΧΟΡΟΣ

PEOPLE

Ἀμήν.

Amen.

Η ΜΕΓΑΛΗ ΕΙΣΟΔΟΣ

Cherubic Hymn and Great Entrance

The Chanters begin the Cherubic Hymn to a slow and solemn melody, in the dominant Tone of the day:

ΧΟΡΟΣ

PEOPLE

Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσᾴδοντες, πᾶσαν νῦν βιοτικὴν ἀποθώμεθα μέριμναν. Ὡς τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι.

We, who in a mystery represent the Cherubim and sing the thrice-holy hymn to the life-giving Trinity, let us now lay aside every care of this life. For we are about to receive the King of all.

While it is being sung, the Priest, in front of the Holy Table, reads, in a low voice, the Prayer of the Cherubic Hymn.

ΕΥΧΗ ΤΟΥ ΧΕΡΟΥΒΙΚΟΥ ΥΜΝΟΥ

Prayer of the Cherubic Hymn

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Οὐδεὶς ἄξιος τῶν συνδεδεμένων ταῖς σαρκικαῖς ἐπιθυμίαις καὶ ἡδοναῖς προσέρχεσθαι ἢ προσεγγίζειν, ἢ λειτουργεῖν σοι, Βασιλεῦ τῆς δόξης· τὸ γὰρ διακονεῖν σοι μέγα καὶ φοβερόν, καὶ αὐταῖς ταῖς ἐπουρανίαις δυνάμεσιν. Ἀλλʼ ὅμως, διὰ τὴν ἄφατον καὶ ἀμέτρητόν σου φιλανθρωπίαν, ἀτρέπτως καὶ ἀναλλοιώτως γέγονας ἄνθρωπος καὶ ἀρχιερεὺς ἡμῶν ἐχρημάτισας, καί τῆς λειτουργικῆς ταύτης καὶ ἀναιμάκτου θυσίας τὴν ἱερουργίαν παρέδωκας ἡμῖν, ὡς Δεσπότης τῶν ἁπάντων. Σὺ γὰρ μόνος, Κύριε ὁ Θεὸς ἡμῶν, δεσπόζεις τῶν ἐπουρανίων καί τῶν ἐπιγείων, ὁ ἐπὶ θρόνου Χερουβικοῦ ἐποχούμενος, ὁ τῶν Σεραφεὶμ Κύριος, καὶ βασιλεύς τοῦ Ἰσραήλ, ὁ Μόνος Ἅγιος καὶ ἐν ἁγίοις ἀναπαυόμενος, σὲ τοίνυν δυσωπῶ τὸν μόνον ἀγαθὸν καὶ εὐήκοον, ἐπίβλεψον ἐπʼ ἐμὲ τὸν ἁμαρτωλὸν καὶ ἀχρεῖον δούλόν σου, καὶ καθάρισόν μου τὴν ψυχὴν καὶ τὴν καρδίαν ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ ἱκάνωσόν με τῇ δυνάμει τοῦ Ἁγίου σου Πνεύματος, ἐνδεδυμένον τὴν τῆς ἱερατείας χάριν, παραστῆναι τῇ ἁγίᾳ σου ταύτῃ τραπέζῃ καὶ ἱερουργῆσαι τὸ ἅγιον καὶ ἄχραντόν σου Σῶμα καὶ τὸ τίμιον Αἷμα. Σοὶ γὰρ προσέρχομαι, κλίνας τὸν ἐμαυτοῦ αὐχένα καὶ δέομαί σου, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ, μηδὲ ἀποδοκιμάσῃς με ἐκ παίδων σου, ἀλλʼ ἀξίωσον προσενεχθῆναί σοι ὑπʼ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου τὰ δῶρα ταῦτα. Σὺ γὰρ εἶ ὁ προσφέρων καὶ προσφερόμενος καὶ προσδεχόμενος καὶ διαδιδόμενος, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

None of those who are entangled in carnal desires and pleasures is worthy to approach or draw near or minister to you, King of glory; for to serve you is great and awesome even for the heavenly powers. Yet on account of your inexpressible and boundless love for mankind you became man without change or alteration and were named our High Priest; and as Master of all you have committed to us the sacred ministry of this liturgy without shedding of blood. For you alone, Lord our God, are Ruler over all things in heaven and on earth, mounted on the throne of the Cherubim, Lord of the Seraphim and King of Israel, the only Holy One, resting in the holy place. Therefore I entreat you, who alone are good and ready to hear: Look upon me, your sinful and unprofitable servant, and purify my soul and heart from an evil conscience. By the power of your Holy Spirit enable me, clothed with the grace of the priesthood, to stand at this your Holy Table and celebrate the mystery of your holy and most pure Body and your precious Blood. For to you I come, bending my neck and praying: Do not turn away your face from me, nor reject me from among your children, but count me, your sinful and unworthy servant, worthy to offer these gifts to you. For you are the one who offers and is offered, who receives and is distributed, Christ our God, and to you we give glory, together with your Father, who is without beginning, and your all-holy, good and life-giving Spirit, now and for ever, and to the ages of ages. Amen.

After the prayer the Priest and the Deacon say the Cherubic Hymn three times, as follows:

ΙΕΡΕΥΣ

PRIEST

Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσᾴδοντες, πᾶσαν νῦν βιοτικὴν ἀποθώμεθα μέριμναν.

We, who in a mystery represent the Cherubim and sing the thrice-holy hymn to the life-giving Trinity, let us now lay aside every care of this life.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὡς τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι. Ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

For we are about to receive the King of all. Invisibly escorted by the angelic hosts. Alleluia. Alleluia. Alleluia.

Then the Priest, or Deacon, takes the censer and censes the Holy Table, the Sanctuary, the principal icons and the People, coming out a little from the holy Doors.

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας διʼ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

In a low voice he says, if it is Sunday, Having seen the Resurrection of Christ, let us worship the Holy Lord Jesus, the only sinless one. We worship your Cross, O Christ, and we praise and glorify your holy Resurrection. For you are our God; we know no other but you; we name you by name. Come, all the faithful, let us worship the holy Resurrection of Christ; for behold through the Cross, joy has come in all the world. Ever blessing the Lord, we sing his Resurrection. For having endured the Cross for us, by death he has destroyed death.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν.

If it is not a Sunday he says, Come, let us worship and fall down before the King, our God. Come, let us worship and fall down before Christ, the King, our God. Come, let us worship and fall down before Christ himself, the King, our God.

He then says Psalm 50, excluding the last two verses which begin, Do good, Lord, ...to Sion.

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

Have mercy on me, O God, in accordance with your great mercy. According to the multitude of your compassion blot out my offence. Wash me thoroughly from my wickedness, and cleanse me from my sin. For I acknowledge my wickedness, and my sin is ever before me. Against you only I have sinned and done what is evil in your sight, that you may be justified in your words and win when you are judged. For see, in wickedness I was conceived and in sin my mother bore me. For see, you have loved truth; you have shown me the hidden and secret things of your wisdom. You will sprinkle me with hyssop and I shall be cleansed. You will wash me and I shall be made whiter than snow. You will make me hear of joy and gladness; the bones which have been humbled will rejoice. Turn away your face from my sins and blot out all my iniquities. Create a clean heart in me, O God, and renew a right Spirit within me. Do not cast me out from your presence, and do not take your Holy Spirit from me. Give me back the joy of your salvation, and establish me with your sovereign Spirit. I will teach transgressors your ways, and sinners will turn to you again. O God, the God of my salvation, deliver me from bloodshed and my tongue will rejoice at your justice. Lord, you will open my lips, and my mouth will proclaim your praise. For if you had wanted a sacrifice, I would have given it. You will not take pleasure in burnt offerings. A sacrifice to God is a broken spirit. A broken and a humbled heart God will not despise.

Συγχωρήσατέ μοι, ἀδελφοὶ καὶ συλλειτουργοί, ἤ (Συγχώρησόν μοι, ἀδελφὲ καὶ συλλειτουργέ).

Then he enters the Sanctuary and puts away the censer. Then both of them, coming in front of the Holy Table make three bows, and say quietly troparia of compunction. They kiss the Antimension and the Holy Table, bow again and then turn to the people and bow to them, saying: Forgive me. or similar words.

Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με.

They go to the table of the Prothesis, and having made three bows they kiss the covered Holy Gifts, saying: God, cleanse me a sinner.

Ἔπαρον, Δέσποτα.

Then the Deacon says to the Priest: Master, lift up.

Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια καὶ εὐλογεῖτε τὸν Κύριον.

The Priest lifts the Aer and places it on the shoulders of the Deacon, saying: Lift up your hands to the holy place and bless the Lord.

Then he gives the Deacon the Paten, while he himself takes the Chalice.

When the Chanters reach the end of the first part of the Cherubic Hymn, the Deacon and the Priest come out from the north door of the Sanctuary, preceded by exapteryga, lights and incense, as they make the Great Entrance. As they process they proclaim, one after the other:

Πάντων ὑμῶν μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ Βασιλείᾳ Αὐτοῦ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

May the Lord God remember you all in his Kingdom always, now and for ever, and to the ages of ages.

ΧΟΡΟΣ

PEOPLE

Ἀμήν.

Amen.

And they complete the Cherubic Hymn:

ΧΟΡΟΣ

PEOPLE

Ὡς τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι. Ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

For we are about to receive the King of all. Invisibly escorted by the angelic hosts. Alleluia. Alleluia. Alleluia.

The Priest and Deacon enter the Sanctuary.

Τῆς ἱερωσύνης σου μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

The Deacon, stands to the right in front of the Holy Table and says to the Priest as he enters (in a low voice): May the Lord God remember your priesthood in his Kingdom, always, now and for ever, and to the ages of ages.

Τῆς διακονίας σου μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

And the Priest, as he enters, says to him (in a low voice): May the Lord God remember your diaconate in his Kingdom, always, now and for ever, and to the ages of ages.

Then the Priest places the Chalice on the Holy Table, takes the Paten from the Deacon and places it to the left of the Chalice, saying (in a low voice): The noble Joseph taking down your spotless Body from the tree, wrapped it in a clean shroud with sweet spices and laid it for burial in a new grave.

Then he takes the covers from the sacred Paten and the Holy Chalice and lays them to one side on the Holy Table. He takes the Aer from the shoulders of the Deacon, holds it over the censer and lays it over the Chalice and Paten. Then he takes the censer and censes the Gifts three times, as the Deacon says:

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἀγάθυνον, Δέσποτα.

Do good, Master.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Do good to Sion, Lord, in your good pleasure, and let the walls of Jerusalem be rebuilt. Then you will be well pleased with a sacrifice of justice, oblation and whole burnt offerings. Then they will offer calves upon your altar.

He puts away the censer and, bowing his head, says to the Deacon (in a low voice):

Μνήσθητί μου, Ἀδελφὲ καὶ συλλειτουργέ.

Remember me, brother and fellow celebrant.

ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως)

DEACON (in a low voice)

The Holy Spirit will come upon you, and the power of the Most High will overshadow you.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Αὐτὸ τὸ Πνεῦμα συλλειτουργήσει ἡμῖν πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν [καὶ φωτίσει τὴν σὴν αἰδεσιμότητα (ἢ ὁσιότητα)].

The Spirit himself will concelebrate with us all the days of our life.

Ἀμήν. Ἀμήν. Ἀμήν. Γένοιτό μοι νῦν κατὰ τὸ ῥῆμά σου.

And the Deacon, having answered Amen. kisses the Priest’s right hand and goes out and stands in his usual place and says the Litany of the Precious Gifts.

ΤΑ ΠΛΗΡΩΤΙΚΑ

Litany of the Precious Gifts

ΔΙΑΚΟΝΟΣ

DEACON

Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

Let us complete our prayer to the Lord.

( Κύριε, ἐλέησον. )

( Lord, have mercy. )

Ὑπὲρ τῶν προτεθέντων τιμίων Δώρων, τοῦ Κυρίου δεηθῶμεν.

For the precious gifts here set forth, let us pray to the Lord.

( Κύριε, ἐλέησον. )

( Lord, have mercy. )

Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

For this holy house, and for those who enter it with faith, reverence and the fear of God, let us pray to the Lord.

( Κύριε, ἐλέησον. )

( Lord, have mercy. )

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

For our deliverance from all affliction, wrath, danger and constraint, let us pray to the Lord.

( Κύριε, ἐλέησον. )

( Lord, have mercy. )

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and keep us, O God, by your grace.

( Κύριε, ἐλέησον. )

( Lord, have mercy. )

Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That the whole day may be perfect, holy, peaceful and sinless, let us ask of the Lord.

( Παράσχου, Κύριε. )

( Grant this, O Lord. )

Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

An angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask of the Lord.

( Παράσχου, Κύριε. )

( Grant this, O Lord. )

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Pardon and forgiveness of our sins and offences, let us ask of the Lord.

( Παράσχου, Κύριε. )

( Grant this, O Lord. )

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Those things that are good and profitable for our souls, and peace for the world, let us ask of the Lord.

( Παράσχου, Κύριε. )

( Grant this, O Lord. )

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That we may live out the rest of our days in peace and repentance, let us ask of the Lord.

( Παράσχου, Κύριε. )

( Grant this, O Lord. )

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.

A Christian end to our life, painless, unashamed and peaceful, and a good defence before the dread judgement seat of Christ, let us ask.

( Παράσχου, Κύριε. )

( Grant this, O Lord. )

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God.

( Σοί, Κύριε. )

( To you, O Lord. )

Η ΕΥΧΗ ΤΗΣ ΠΡΟΣΚΟΜΙΔΗΣ

Prayer of Offering

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ μόνος ἅγιος, ὁ δεχόμενος θυσίαν αἰνέσεως παρά τῶν ἐπικαλουμένων σε ἐν ὅλῃ καρδίᾳ, πρόσδεξαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὴν δέησιν καὶ προσάγαγε τῷ ἁγίῳ σου θυσιαστηρίῳ, καὶ ἱκάνωσον ἡμᾶς προσενεγκεῖν σοι δῶρα τε καὶ θυσίας πνευματικὰς ὑπέρ τῶν ἡμετέρων ἁμαρτημάτων καί τῶν τοῦ λαοῦ ἀγνοημάτων. Καὶ καταξίωσον ἡμᾶς εὑρεῖν χάριν ἐνώπιόν σου, τοῦ γενέσθαι σοι εὐπρόσδεκτον τὴν θυσίαν ἡμῶν, καὶ ἐπισκηνῶσαι τὸ Πνεῦμα τῆς χάριτός σου τὸ ἀγαθόν ἐφʼ ἡμᾶς, καὶ ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα καὶ ἐπὶ πάντα τὸν λαόν σου.

Lord, God, the Almighty, who alone are holy and who accept a sacrifice of praise from those who call on you with all their heart, accept also the supplication of us sinners, bring us to your holy altar, and enable us to offer you gifts and spiritual sacrifices for our sins and those committed in ignorance by the people. Count us worthy to find grace in your sight, that our sacrifice may be well pleasing to you and that the good Spirit of your grace may rest on us and on these gifts here set forth, and on all your people.

ΙΕΡΕΥΣ

PRIEST

Διά τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ, μεθʼ οὗ εὐλογητὸς εἶ, σὺν τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Through the compassion of your only-begotten Son, with whom you are blessed, together with your all-holy, good and life-giving Spirit, now and for ever, and to the ages of ages.

ΧΟΡΟΣ

PEOPLE

Ἀμήν.

Amen.

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη πᾶσι.

Peace to all.

ΧΟΡΟΣ

PEOPLE

Καὶ τῷ πνεύματί σου.

And to your spirit.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.

Let us love one another, that with one mind we may confess:

ΧΟΡΟΣ

PEOPLE

Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.

Father, Son and Holy Spirit, Trinity consubstantial and undivided.

Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου.

The Priest bows three times and kisses the Aer over the Gifts, saying in a low voice: I will love you, Lord, my strength. The Lord is my firm foundation, my refuge and my deliverer.

Ὁ Χριστὸς ἐν μέσῳ ἡμῶν. Καὶ ἦν, καὶ ἔστι καὶ ἔσται.

Likewise the Deacon, standing in his place, bows three times and kisses the Cross on his orarion. At a concelebrated Liturgy the Priests here exchange the Kiss of Peace, the senior saying: Christ is in our midst. , to which the junior answers: He is and will be.

If there is more than one Deacon they also exchange the Kiss with one another in the same way on the solea.

Τὸ Πιστεύω

The Creed

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὰς θύρας, τὰς θύρας. Ἐν σοφίᾳ πρόσχωμεν.

The doors, the doors. With wisdom let us attend.

ΛΑΟΣ

PEOPLE

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, διʼ οὗ τὰ πάντα ἐγένετο. Τὸν διʼ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ Κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος.

I believe in one God, * Father, Almighty,* Maker of heaven and earth,* and of all things visible and invisible. And in one Lord, Jesus Christ,* the only-begotten Son of God, * begotten from the Father * before all ages, * Light from Light, * true God from true God, * begotten * not made, * consubstantial with the Father,* through him all things were made. * For our sake and for our salvation * he came down from heaven, * and was incarnate from the Holy Spirit * and the Virgin Mary * and became man. * He was crucified also for us under Pontius Pilate,* and suffered and was buried; * he rose again on the third day, * in accordance with the Scriptures, * and ascended into heaven * and is seated at the right hand of the Father. * He is coming again in glory * to judge the living and the dead, * and his kingdom will have no end. And in the Holy Spirit, * the Lord, * the Giver of life, * who proceeds from the Father, * who together with Father and Son is worshipped * and together glorified; * who spoke through the Prophets. * In one, Holy, * Catholic and Apostolic Church. * I confess one Baptism * for the forgiveness of sins. * I await the resurrection of the dead * and the life of the age to come. [EL]

ΧΟΡΟΣ

PEOPLE

Ἀμήν.

Amen.

While the Creed is being said the Priest lifts the Aer and waves it above the Chalice and Paten. At the words and ascended into heaven..., he kisses the Cross in the middle of it, folds it and puts it to one side with the veils.

Η ΑΓΙΑ ΑΝΑΦΟΡΑ

The Holy Oblation

ΔΙΑΚΟΝΟΣ

DEACON

Στῶμεν καλῶς, στῶμεν μετὰ φόβου, πρόσχωμεν, τὴν ἁγίαν ἀναφοράν, ἐν εἰρήνῃ προσφέρειν.

Let us stand with awe; let us stand with fear; let us attend to the holy oblation, that in peace we may offer,

ΧΟΡΟΣ

PEOPLE

Ἔλεον εἰρήνης, θυσίαν αἰνέσεως.

Mercy, peace: a sacrifice of praise.

The Deacon re-enters the Sanctuary.

ΙΕΡΕΥΣ

PRIEST (blessing the People with his hand)

Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καί Πατρὸς καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος εἴη μετὰ πάντων ὑμῶν.

The grace of our Lord Jesus Christ, and the love of God the Father, and the communion of the Holy Spirit be with you all.

ΧΟΡΟΣ

PEOPLE

Καὶ μετά τοῦ πνεύματός σου.

And with your spirit.

ΙΕΡΕΥΣ

PRIEST (raising his hands)

Ἄνω σχῶμεν τὰς καρδίας.

Let our hearts be on high.

ΧΟΡΟΣ

PEOPLE

Ἔχομεν πρὸς τὸν Κύριον.

We have them with the Lord.

ΙΕΡΕΥΣ

PRIEST

Εὐχαριστήσωμεν τῷ Κυρίῳ.

Let us give thanks to the Lord.

ΧΟΡΟΣ

PEOPLE

Ἄξιον καὶ δίκαιον.

It is right and fitting.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Ἄξιον καὶ δίκαιον σὲ ὑμνεῖν, σὲ εὐλογεῖν, σὲ αἰνεῖν, σοὶ εὐχαριστεῖν, σὲ προσκυνεῖν ἐν παντὶ τόπῳ τῆς δεσποτείας σου. Σὺ γὰρ εἶ Θεὸς ἀνέκφραστος, ἀπερινόητος, ἀόρατος, ἀκατάληπτος, ἀεὶ ὤν, ὡσαύτως ὤν, σὺ καὶ ὁ μονογενής σου Υἱός, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον. Σὺ ἐκ τοῦ μὴ ὄντος εἰς το εἶναι ἡμᾶς παρήγαγες, καὶ παραπεσόντας ἀνέστησας πάλιν καὶ οὐκ ἀπέστης πάντα ποιῶν, ἕως ἡμᾶς εἰς τὸν οὐρανὸν ἀνήγαγες, καὶ τὴν βασιλείαν σου, ἐχαρίσω τὴν μέλλουσαν. Ὑπὲρ τούτων ἁπάντων εὐχαριστοῦμέν σοι, καὶ τῷ μονογενεῖ σου Υἱῷ καὶ τῷ Πνεύματί σου τῷ Ἁγίῳ. Ὑπὲρ πάντων, ὧν ἴσμεν, καὶ ὥν οὐκ ἴσμεν, τῶν φανερῶν καὶ ἀφανῶν εὐεργεσιῶν, τῶν εἰς ἡμᾶς γεγενημένων. Εὐχαριστοῦμέν σοι καὶ ὑπέρ τῆς λειτουργίας ταύτης, ἥν ἐκ τῶν χειρῶν ἡμῶν δέξασθαι καταξίωσας, καίτοι σοι παρεστήκασι χιλιάδες Ἀρχαγγέλων καὶ μυριάδες Ἀγγέλων, τὰ Χερουβεὶμ καὶ τὰ Σεραφείμ, ἑξαπτέρυγα, πολυόμματα, μετάρσια, πτερωτά.

It is right and fitting to hymn you, to bless you, to praise you, to give you thanks, to worship you in every place of your dominion; for you are God, ineffable, incomprehensible, invisible, inconceivable, ever existing, eternally the same; you and your only-begotten Son and your Holy Spirit. You brought us out of non-existence into being, and when we had fallen you raised us up again, and left nothing undone until you had brought us up to heaven and had granted us your Kingdom that is to come. For all these things we give thanks to you, and to your only-begotten Son and your Holy Spirit; for all the benefits that we have received, known and unknown, manifest and hidden. We thank you also for this liturgy which you have been pleased to accept from our hands, though there stand around you thousands of archangels and tens of thousands of angels, the Cherubim and the Seraphim, six-winged and many-eyed, soaring aloft upon their wings,

ΙΕΡΕΥΣ

PRIEST

Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα, κεκραγότα, καὶ λέγοντα·

singing, crying, shouting the triumphal hymn, and saying:

ΧΟΡΟΣ

PEOPLE

Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ· πλήρης, ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Ὡσαννά, ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννά, ὁ ἐν τοῖς ὑψίστοις.

Holy, holy, holy, Lord Sabaoth; heaven and earth are full of your glory. Hosanna in the highest. Blessed is he who comes in the name of the Lord. Hosanna in the highest.

The Deacon takes the Star from the Paten, making the sign of the Cross with it over the Paten, kisses it and lays it aside on the Holy Table.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Μετὰ τούτων καὶ ἡμεῖς τῶν μακαρίων δυνάμεων, Δέσποτα φιλάνθρωπε, βοῶμεν καὶ λέγομεν· Ἅγιος εἶ καὶ πανάγιος, σὺ καὶ ὁ μονογενής σου Υἱὸς καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον. Ἅγιος εἶ καὶ πανάγιος καὶ μεγαλοπρεπὴς ἡ δόξα σου. Ὃς τὸν κόσμον σου οὕτως ἠγάπησας, ὥστε τὸν Υἱόν σου τὸν μονογενῆ δοῦναι, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόλυται, ἀλλʼ ἔχῃ ζωὴν αἰώνιον. Ὃς ἐλθὼν καὶ πᾶσαν τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν πληρώσας, τῇ νυκτί, ᾖ παρεδίδοτο, μᾶλλον δὲ ἑαυτὸν παρεδίδου ὑπέρ τῆς τοῦ κόσμου ζωῆς, λαβὼν ἄρτον ἐν ταῖς ἁγίαις αὐτοῦ καὶ ἀχράντοις καὶ ἀμωμήτοις χερσίν, εὐχαριστήσας καὶ εὐλογήσας, ἁγιάσας, κλάσας, ἔδωκε τοῖς ἁγίοις αὐτοῦ Μαθηταῖς καὶ Ἀποστόλοις, εἰπών·

With these blessed Powers, Master, Lover of mankind, we also cry aloud and say: Holy are you and all-holy, you and your only-begotten Son and your Holy Spirit. Holy are you and all-holy, and magnificent is your glory. This is how you loved your world: you gave your only-begotten Son, so that everyone who believes in him might not perish, but have eternal life. And, when he had come and had fulfilled the whole dispensation for us, in the night in which he was given up, or rather gave himself up, for the life of the world, he took bread in his holy, most pure and unblemished hands and, when he had given thanks and had blessed, sanctified and broken it, gave it to his holy Disciples and Apostles, saying:

ΙΕΡΕΥΣ

PRIEST

Λάβετε, φάγετε, τοῦτό μού ἐστι τὸ Σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν.

Take, eat; this is my body, which is broken for you, for the forgiveness of sins.

ΧΟΡΟΣ

PEOPLE

Ἀμήν.

Amen.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Ὁμοίως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων·

Likewise after supper he also took the cup, saying:

ΙΕΡΕΥΣ

PRIEST

Πίετε ἐξ αὐτοῦ πάντες, τοῦτό ἐστι τὸ Αἷμά μου, το τῆς Καινῆς Διαθήκης, τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.

Drink from this, all of you; this is my blood of the New Covenant, which is shed for you and for many for forgiveness of sins.

ΧΟΡΟΣ

PEOPLE

Ἀμήν.

Amen.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Μεμνημένοι τοίνυν τῆς σωτηρίου ταύτης ἐντολῆς, καὶ πάντων τῶν ὑπὲρ ἡμῶν γεγενημένων, τοῦ σταυροῦ, τοῦ τάφου, τῆς τριημέρου ἀναστάσεως, τῆς εἰς οὐρανούς ἀναβάσεως, τῆς ἐκ δεξιῶν καθέδρας, τῆς δευτέρας καὶ ἐνδόξου πάλιν παρουσίας,

Remembering therefore this our Saviour’s command and all that has been done for us: the Cross, the Tomb, the Resurrection on the third day, the Ascension into heaven, the Sitting at the right hand, the second and glorious Coming again,

The Deacon crosses his hands and elevates the Chalice and Paten.

ΙΕΡΕΥΣ

PRIEST

Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέρομεν, κατὰ πάντα καὶ διὰ πάντα.

offering you your own from your own — in all things and for all things —

ΧΟΡΟΣ

PEOPLE

Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ Θεὸς ἡμῶν.

we praise you, we bless you, we give thanks to you, O Lord, and we pray to you, our God.

(χαμηλοφώνως)

The Priest, bowing his head, says: (in a low voice)

Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην καὶ ἀναίμακτον λατρείαν, καὶ παρακαλοῦμέν σε καὶ δεόμεθα, καὶ ἱκετεύομεν. Κατάπεμψον τὸ Πνεῦμά σου τὸ Ἅγιον ἐφʼ ἡμᾶς, καὶ ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα.

Also we offer you this spiritual worship without shedding of blood, and we ask, pray and implore you: send down your Holy Spirit upon us and upon these gifts here set forth,

Then the Deacon, pointing to the holy Bread with his orarion, says (in a low voice):

Εὐλόγησον, Δέσποτα, τὸν ἅγιον Ἄρτον.

Master, bless the holy Bread.

The Priest blesses the holy Bread, saying:

Καὶ ποίησον τὸν μὲν ἄρτον τοῦτον, τίμιον Σῶμα τοῦ Χριστοῦ σου.

and make this bread the precious Body of your Christ,

( Ἀμήν. )

( Amen. )

Then the Deacon, pointing to the Chalice with his orarion, he says (in a low voice):

Εὐλόγησον, Δέσποτα, τὸ ἅγιον ποτήριον.

Master, bless the holy Cup.

The Priest blesses the Chalice, saying:

Τὸ δὲ ἐν τῷ ποτηρίῳ τούτῳ, τίμιον Αἷμα τοῦ Χριστοῦ σου.

and what is in this Cup the precious Blood of your Christ,

( Ἀμήν. )

( Amen. )

Then he, pointing to them both, says (in a low voice):

Εὐλόγησον, Δέσποτα, ἀμφότερα τὰ ἅγια.

Master, bless them both.

Priest, blessing both the Chalice and Paten, says:

Μεταβαλὼν τῷ Πνεύματί σου τῷ Ἁγίῳ.

changing them by your Holy Spirit,

( Ἀμήν. Ἀμήν. Ἀμήν. )

( Amen, Amen, Amen. )

The Priest, bowing profoundly, continues (in a low voice):

Ὥστε γενέσθαι τοῖς μεταλαμβάνουσιν εἰς νῆψιν ψυχῆς, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς κοινωνίαν τοῦ Ἁγίου σου Πνεύματος, εἰς Βασιλίας οὐρανῶν πλήρωμα, εἰς παῤῥησίαν τὴν πρὸς σέ, μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα. Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπὲρ τῶν ἐν πίστει ἀναπαυσαμένων Προπατόρων, Πατέρων, Πατριαρχῶν, Προφητῶν, Ἀποστόλων, Κηρύκων, Εὐαγγελιστῶν, Μαρτύρων, Ὁμολογητῶν, Ἐγκρατευτῶν, Διδασκάλων, καὶ παντὸς πνεύματος δικαίου ἐν πίστει τετελειωμένου.

so that those who partake of them may obtain vigilance of soul, forgiveness of sins, communion of the Holy Spirit, fulness of the Kingdom of heaven, freedom to speak in your presence, not judgement or condemnation. Also we offer you this spiritual worship for those who have gone to their rest in faith, Forefathers, Fathers, Patriarchs, Prophets, Apostles, Preachers, Evangelists, Martyrs, Confessors, Ascetics and every righteous spirit made perfect in faith;

As he censes from in front of the holy Table, the Priest says, aloud:

ΙΕΡΕΥΣ

PRIEST

Ἐξαιρέτως τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.

Above all for our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin, Mary.

ΧΟΡΟΣ

PEOPLE

Ὕμνος εἰς τὴν Θεοτόκον.

Ἦχος βαρύς.

Grave Mode.

Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου Πλαστουργοῦ σου, σὲ μεγαλύνομεν.

Conceiving without knowing corruption, lending your flesh to the Word, the deviser of all, Mother knowing no man, Virgin Mother of God, vessel of the uncontainable, space for your infinite Maker, we magnify you. [EL]

The Priest gives the censer to the Deacon, who censes around the Holy Table and, in a low voice, re- members to himself those whom he wishes of the dead, while the Priest continues:

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Τοῦ ἁγίου Ἰωάννου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ· τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων ἀποστόλων· (του ἁγίου τῆς ἡμέρας) οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν ἁγίων, ὧν ταῖς ἱκεσίαις ἐπίσκεψαι ἡμᾶς, ὁ Θεός. Καὶ μνήσθητι πάντων τῶν κεκοιμημένων ἐπʼ ἐλπίδι ἀναστάσεως, ζωῆς αἰωνίου [ὧδε λέγονται τὰ ὀνόματα τῶν κεκοιμημένων] καὶ ἀνάπαυσον αὐτούς, ὁ Θεὸς ἡμῶν, ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου. Ἔτι παρακαλοῦμέν σε· μνήσθητι, Κύριε, πάσης ἐπισκοπῆς ὀρθοδόξων, τῶν ὀρθοτομούντων τὸν λόγον τῆς σῆς ἀληθείας, παντὸς τοῦ πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας καὶ παντὸς ἱερατικοῦ καὶ μοναχικοῦ τάγματος. Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπὲρ τῆς οἰκουμένης· ὑπὲρ τῆς ἁγίας σου καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας· ὑπὲρ τῶν ἐν ἁγνείᾳ καὶ σεμνῇ πολιτείᾳ διαγόντων· ὑπὲρ τῶν πιστοτάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων, παντὸς τοῦ παλατίου καὶ τοῦ στρατοπέδου αὐτῶν. Δὸς αὐτοῖς, Κύριε, εἰρηνικὸν τὸ βασίλειον, ἵνα καὶ ἡμεῖς ἐν τῇ γαλήνῃ αὐτῶν ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.

For the holy Prophet, Forerunner and Baptist John, the holy, glorious and all-praised Apostles, for Saint N, whose memory we keep today, and for all your Saints, at whose prayers visit us, O God. Remember too all those who have fallen asleep in hope of resurrection to eternal life (N and N), and give them rest where the light of your countenance watches. Also we beseech you: Remember, Lord, all Orthodox bishops, who rightly discern the word of your truth, the whole order of presbyters, the diaconate in Christ, all the clergy and the whole monastic order. Also we offer you this spiritual worship for the whole world, for the holy, Catholic and Apostolic Church, for those who live in chastity and holiness of life; for our faithful Christian rulers, and all their household. Grant them, Lord, a peaceful reign, so that in their tranquillity we too may live calm and peaceful lives in godliness and holiness.

ΚΛΗΡΟΣ

CLERGY

Ἐν πρώτοις μνήσθητι, Κύριε, τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος). ὂν χάρισαι ταῖς ἁγίαις σου Ἐκκλησίαις ἐν εἰρήνῃ, σῷον, ἔντιμον, ὑγιᾶ, μακροημερεύοντα καὶ ὀρθοτομοῦντα τὸν λόγον τῆς σῆς ἀληθείας.

First of all, remember, Lord, our Bishop (or Archbishop) N. and grant that he may serve your holy churches in peace, safety, honour, health, and length of days, rightly discerning the word of your truth.

Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάντων καὶ πασῶν.

The Deacon, standing at the Holy Door, recites the Diptychs of the living and then exclaims: And those whom each one has in mind, and each and all.

ΧΟΡΟΣ

PEOPLE

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάντων καὶ πασῶν.

And those whom each one has in mind, and each and all.

ΧΟΡΟΣ

PEOPLE

Καὶ πάντων καὶ πασῶν.

And each and all.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Μνήσθητι, Κύριε, τῆς πόλεως ταύτης, ἐν ᾖ παροικοῦμεν καὶ πάσης πόλεως καὶ χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς. Μνήσθητι, Κύριε, πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν. Μνήσθητι, Κύριε, τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν ταῖς ἁγίαις σου Ἐκκλησίαις καὶ μεμνημένων τῶν πενήτων, καὶ ἐπὶ πάντας ἡμᾶς τὰ ἐλέη σου ἐξαπόστειλον.

Remember, Lord, this city in which we dwell, and every city, town and village, and the faithful who dwell in them. Remember, Lord, those who travel by land, air, or water, the sick, the suffering, those in captivity, and their safety and salvation. Remember, Lord, those who bring offerings, those who care for the beauty of your holy churches, and those who remember the poor, and send down upon us all your rich mercies.

ΙΕΡΕΥΣ

PRIEST

Καὶ δὸς ἡμῖν ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ δοξάζειν καὶ ἀνυμνεῖν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

And grant that with one voice and one heart we may glorify and praise your all-honoured and majestic name, of Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages.

ΧΟΡΟΣ

PEOPLE

Ἀμήν.

Amen.

The Priest blesses the People with his hand, saying:

ΙΕΡΕΥΣ

PRIEST

Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν.

And the mercies of our great God and Saviour, Jesus Christ, shall be with all of you.

ΧΟΡΟΣ

PEOPLE

Καὶ μετὰ τοῦ πνεύματός σου.

And with your spirit.

The Deacon comes out and stands in his usual place.

Ἐκτενὴ πρὸ τῆς Κυριακῆς Προσευχῆς

Litany Before the Lord's Prayer

ΔΙΑΚΟΝΟΣ

DEACON

Πάντων τῶν ἁγίων μνημονεύσαντες, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Having commemorated all the saints, again and again in peace let us pray to the Lord.

( Κύριε, ἐλέησον. )

( Lord, have mercy. )

Ὑπέρ τῶν προσκομισθέντων καὶ ἁγιασθέντων τιμίων δώρων, τοῦ Κυρίου δεηθῶμεν.

For the precious gifts here set forth and sanctified, let us pray to the Lord.

( Κύριε, ἐλέησον. )

( Lord, have mercy. )

Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδεξάμενος αὐτὰ εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοερὸν αὐτοῦ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν Χάριν καὶ τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος δεηθῶμεν.

That our God, who loves mankind, having accepted them on his holy and immaterial Altar above the heavens, as a savour of spiritual fragrance, may send down upon us in return his divine grace and the gift of the Holy Spirit, let us pray.

( Κύριε, ἐλέησον. )

( Lord, have mercy. )

Τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν κοινωνίαν τοῦ Ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Having asked for the unity of the faith and the communion of the Holy Spirit, let us entrust ourselves and one another and our whole life to Christ, our God.

( Σοί, Κύριε. )

( To you, O Lord. )

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Σοὶ παρακατατιθέμεθα τὴν ζωὴν ἡμῶν ἅπασαν καὶ τὴν ἐλπίδα, Δέσποτα φιλάνθρωπε, καὶ παρακαλοῦμέν σε καὶ δεόμεθα καὶ ἱκετεύομεν, καταξίωσον ἡμᾶς μεταλαβεῖν τῶν ἐπουρανίων σου καὶ φρικτῶν μυστηρίων ταύτης τῆς ἱερᾶς καὶ πνευματικῆς τραπέζης, μετὰ καθαροῦ συνειδότος, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς συγχώρησιν πλημμελημάτων, εἰς Πνεύματος Ἁγίου κοινωνίαν, εἰς Βασιλείας οὐρανῶν κληρονομίαν, εἰς παῤῥησίαν τὴν πρὸς σέ, μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα.

To you, Master, Lover of mankind, we entrust our whole life and our hope, and we entreat, pray and implore you: count us worthy to partake of your heavenly and awesome Mysteries at this sacred and spiritual Table with a pure conscience, for the forgiveness of sins and pardon of offences, for communion of the Holy Spirit, for inheritance of the Kingdom of heaven and for confidence before you; not for judgement or condemnation.

ΙΕΡΕΥΣ

PRIEST

Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παῤῥησίας, ἀκατακρίτως, τολμᾶν ἐπικαλεῖσθαι σὲ τὸν ἐπουράνιον Θεὸν Πατέρα καὶ λέγειν.

And count us worthy, Master, with confidence and without condemnation to dare to call upon you, the God of heaven, as Father, and to say:

ΛΑΟΣ

PEOPLE

ΚΥΡΙΑΚΗ ΠΡΟΣΕΥΧΗ

The Lord's Prayer

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, in heaven, may your name be sanctified, your kingdom come; your will be done on earth as in heaven. Give us today our daily bread, and forgive us our debts, as we forgive our debtors, and do not lead us into temptation, but deliver us from the evil one.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For yours is the kingdom, the power and the glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages.

( Ἀμήν. )

( Amen. )

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη πᾶσι.

Peace to all.

( Καὶ τῷ πνεύματί σου. )

( And to your spirit. )

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Let us bow our heads to the Lord.

( Σοί, Κύριε. )

( To you, O Lord. )

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Εὐχαριστοῦμέν σοι, Βασιλεῦ ἀόρατε, ὁ τῇ ἀμετρήτῳ σου δυνάμει τὰ πάντα δημιούργησας καὶ τῷ πλήθει τοῦ ἐλέους σου ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὰ πάντα παραγαγών· Αὐτὸς Δέσποτα, οὐρανόθεν ἔπιδε ἐπί τοὺς ὑποκεκλικότας τὰς ἑαυτῶν κεφαλάς. Οὐ γὰρ ἔκλιναν σαρκὶ καὶ αἵματι, ἀλλὰ σοί, τῷ φοβερῷ Θεῷ. Σὺ οὖν, Δέσποτα, τὰ προκείμενα πᾶσιν ἡμῖν εἰς ἀγαθὸν ἐξομάλισον, κατὰ τὴν ἑκάστου ἰδίαν χρείαν, τοῖς πλέουσι σύμπλευσον, τοῖς ὁδοιποροῦσι συνόδευσον, τοὺς νοσοῦντας ἴασαι, ὁ ἰατρός τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν.

We thank you, King invisible, who by your boundless power created all things, in the abundance of your mercy bringing them into being out of nothing. Look down from heaven, Master, on those who have bowed their heads to you; for they have bowed not to flesh and blood, but to you, the God before whom we stand in awe. Make smooth, then, our path for our good, Master, through what lies before us, according to the need of each: sail with those sail, journey with those who journey, heal the sick, for you are the physician of our souls and bodies.

ΙΕΡΕΥΣ

PRIEST

Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθʼ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Through the grace and compassion and love towards mankind of your only-begotten Son, with whom you are blessed, together with your all-holy, good and life-giving Spirit, now and for ever, and to the ages of ages.

( Ἀμήν. )

( Amen. )

Holy Communion of the Clergy and People

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)