ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΛΑΙΟΥ
Office of the Holy Oil in a Church or House
Sung by Seven Priests assembled in Church or in a house
The senior Priest having given the blessing:
ΙΕΡΕΥΣ
PRIEST
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Blessed is our God, always, now and for ever, and to the ages of ages.
we begin:
ΑΝΑΓΝΩΣΤΗΣ
READER
Ἀμήν.
Amen.
Τρισάγιον.
Trisagion
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)
Holy God, Holy Strong, Holy Immortal, have mercy on us. (three times).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Glory to the Father, and to the Son, and to the Holy Spirit; both now and for ever, and to the ages of ages. Amen.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
All-holy Trinity, have mercy on us. Lord, cleanse us from our sins. Master, pardon our iniquities. Holy One, visit and heal our infirmities for your name''s sake.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Glory to the Father, and to the Son, and to the Holy Spirit; both now and for ever, and to the ages of ages. Amen.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Our Father, in heaven, may your name be sanctified, your kingdom come; your will be done on earth as in heaven. Give us today our daily bread, and forgive us our debts, as we forgive our debtors, and do not lead us into temptation, but deliver us from the evil one.
ΙΕΡΕΥΣ
PRIEST
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
For yours is the kingdom, the power and the glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages.
ΑΝΑΓΝΩΣΤΗΣ
READER
Ἀμήν.
Amen.
Κύριε, ἐλέησον. (ιβʹ)
Lord, have mercy. (twelve times).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Glory to the Father, and to the Son, and to the Holy Spirit; both now and for ever, and to the ages of ages. Amen.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ.
Come, let us worship and fall down before the King, our God.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ.
Come, let us worship and fall down before Christ, the King, our God.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Come, let us worship and fall down before Christ himself, the King, our God.
Ψαλμὸς ΡΜΒʹ (142).
Psalm 142
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾽ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε· πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με· ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου· καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Lord, hear my prayer; in your truth give ear to my supplication, and in your righteousness hear me. Do not enter into judgement with your servant, for in your sight no one living can be justified. For the enemy pursued my soul; humbled my life to the ground; made me dwell in darkness, like those for ever dead. My spirit in me grew weary, and my heart was troubled within me. I remembered days of old; I meditated on all your works. I made the works of your hands my meditation. I stretched out my hands towards you; my soul thirsted for you like a waterless land. Hear me swiftly, O Lord; my spirit has failed. Do not turn your face from me, or I shall be like those who go down to the Pit. Make me hear of your mercy in the morning, for I have hoped in you. Make known to me the way in which I should walk, for to you I have lifted up my soul. Deliver me from my enemies, Lord; I have run to you for shelter. Teach me to do your will, for you are my God. Your good Spirit will guide me in an upright land. For your name’s sake, O Lord, you will give me life. In your righteousness you will bring my soul out of trouble; in your mercy slay my enemies, and destroy all those who afflict my soul, for I am your servant. [EL]
Then the Small Litany
ΔΙΑΚΟΝΟΣ
DEACON
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Have mercy on us, O God, according to your great mercy, we pray you, hear and have mercy.
Again we pray for the servants of God here present, and that the grace of the Holy Spirit may come upon them.
ΙΕΡΕΥΣ
PRIEST
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
For you, O God, are merciful, and love mankind, and to you we give glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages.
ΧΟΡΟΣ
PEOPLE
Ἀμήν.
Amen.
After this Alleluia is chanted in
Tone 6
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Alleluia, Alleluia, Alleluia.
Στίχ. αʹ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Verse 1: O Lord, do not rebuke me in your anger, nor chastise me in your wrath.
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Alleluia, Alleluia, Alleluia.
Στίχ. βʹ. Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι·
Verse 2: Have mercy on me, O Lord, for I am weak.
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Alleluia, Alleluia, Alleluia.
And the following Troparia. Tone 6
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν· ἐλέησον ἡμᾶς.
Have mercy on us, Lord, have mercy on us; for we sinners, lacking all defence, offer you, as our Master, this supplication: have mercy on us. [EL]
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Glory to the Father, and to the Son, and to the Holy Spirit.
Κύριε ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν· μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλʼ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Lord, have mercy on us, for in you we have put our trust. Do not be very angry with us, nor remember our iniquities. But look on us now, as you are compassionate, and rescue us from our enemies. For you are our God, and we are your people; we are all the work of your hands, and we have called on your name. [EL]
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Both now and for ever, and to the ages of ages. Amen.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Open the gate of compassion to us, blessed Mother of God; hoping in you, may we not fail. Through you may we be delivered from adversities, for you are the salvation of the Christian race. [EL]
ΑΝΑΓΝΩΣΤΗΣ
READER
Ψαλμὸς Nʹ (50).
Psalm 50
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Have mercy on me, O God, in accordance with your great mercy. According to the multitude of your compassion blot out my offence. Wash me thoroughly from my wickedness, and cleanse me from my sin. For I acknowledge my wickedness, and my sin is ever before me. Against you only I have sinned and done what is evil in your sight, that you may be justified in your words and win when you are judged. For see, in wickedness I was conceived and in sin my mother bore me. For see, you have loved truth; you have shown me the hidden and secret things of your wisdom. You will sprinkle me with hyssop and I shall be cleansed. You will wash me and I shall be made whiter than snow. You will make me hear of joy and gladness; the bones which have been humbled will rejoice. Turn away your face from my sins and blot out all my iniquities. Create a clean heart in me, O God, and renew a right Spirit within me. Do not cast me out from your presence, and do not take your Holy Spirit from me. Give me back the joy of your salvation, and establish me with your sovereign Spirit. I will teach transgressors your ways, and sinners will turn to you again. O God, the God of my salvation, deliver me from bloodshed and my tongue will rejoice at your justice. Lord, you will open my lips, and my mouth will proclaim your praise. For if you had wanted a sacrifice, I would have given it. You will not take pleasure in burnt offerings. A sacrifice to God is a broken spirit. A broken and a humbled heart God will not despise. Do good to Sion, Lord, in your good pleasure, and let the walls of Jerusalem be rebuilt. Then you will be well pleased with a sacrifice of righteousness, oblation and whole burnt offerings. Then they will offer calves upon your altar. [EL]
And after the 50th Psalm,
The Canon,
οὗ ἡ ἀκροστιχίς· Ποίημα Ἀρσενίου.
of which the Acrostic is: Psalm of blessing of oil from Arsenios.
ᾨδὴ αʹ. Θαλάσσης τὸ ἐρυθραῖον.
Tone 4. Ode 1. Through the Red Sea's deep.
Ἐν ἑκάστῳ δὲ Τροπαρίῳ λέγομεν, τό· Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου.
Before each Troparion we sing: O Master Christ, have mercy on your servant[s].
ΧΟΡΟΣ
PEOPLE
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου.
O Master Christ, have mercy on your servant[s].
Ἐλαίῳ, τῆς εὐσπλαγχνίας Δέσποτα, ὁ ἱλαρύνων ἀεί, ψυχὰς ὁμοῦ καὶ σώματα βροτῶν, καὶ φρουρῶν ἐν ἐλαίῳ πιστούς· αὐτὸς καὶ νῦν οἰκτείρησον, τοὺς διʼ ἐλαίου προσιόντας σοι.
With the oil of your compassion, Master, you always make glad the souls and bodies of mortals, and guard the faithful by oil; take pity now on your servants who approach you through Oil. [EL]
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου.
O Master Christ, have mercy on your servant[s].
Ὑπάρχει, σοῦ τοῦ ἐλέους Δέσποτα, πλήρης ἡ σύμπασα γῆ· ὅθεν ἐλαίῳ θείῳ μυστικῶς, οἱ χριόμενοι σήμερον, τὸν ὑπὲρ νοῦν σου ἔλεον, πιστῶς αἰτοῦμέν σε δοθῆναι ἡμῖν.
The whole earth is full of your mercy, Master; and so we ask in faith that we who are today mystically anointed with divine oil, may be granted your mercy which passes understanding. [EL]
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Glory to the Father, and to the Son, and to the Holy Spirit.
Χρισμόν σου, τὸν ἱερόν, φιλάνθρωπε, ὁ ἀποστόλοις τοῖς σοῖς, ἐπʼ ἀσθενοῦσι δούλοις σου τελεῖν, συμπαθῶς ἐντειλάμενος, ταῖς διʼ αὐτῶν ἐντεύξεσι, πάντας σφραγῖδι σου ἐλέησον.
Lover of mankind, in your compassion you ordered your Apostles to perform the sacred anointing on your sick servants; at their intercessions have mercy on us all by your seal. [EL]
Θεοτοκίον.
Theotokion.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Both now and for ever, and to the ages of ages. Amen.
Ἡ μόνη, τὸ τῆς εἰρήνης πέλαγος, Ἁγνή, πλουτήσασα, ταῖς πρὸς Θεὸν πρεσβείαις σου ἀεί, νοσημάτων καὶ θλίψεων, τοὺς σοὺς οἰκέτας λύτρωσαι, ὅπως ἀπαύστως μεγαλύνωσί σε.
O Pure one, alone enriched with the ocean of peace, by your prayers to God, ever deliver your servants from diseases and afflictions, that they may unceasingly magnify you. [EL]
ᾨδὴ γʹ. Εὐφραίνεται ἐπὶ σοί.
Ode iii. Your Church, O Christ.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου.
O Master Christ, have mercy on your servant[s].
Σὺ μόνος ὢν θαυμαστός, καὶ ἐν ἀνθρώποις τοῖς πιστοῖς ἵλεως, τοῖς ἀσθενοῦσι δεινῶς, δός, Χριστὲ τὴν χάριν σου ἄνωθεν.
You alone, O Christ, are wonderful and pity those who are faithful; give your grace from on high to those who are grievously sick. [EL]
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου.
O Master Christ, have mercy on your servant[s].
Ἐλαίας κάρφος ποτέ, πρὸς ἀνοχὴν κατακλυσμοῦ θείᾳ σου, δείξας ῥοπῇ, Κύριε, σῶσον ἐν ἐλέει τοὺς κάμνοντας.
By your divine help, O Lord, you once used an olive branch to show the abatement of the Flood; in mercy save the ailing. [EL]
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Glory to the Father, and to the Son, and to the Holy Spirit.
Λαμπάδι θείᾳ φωτός, ἐν τῷ ἐλέει σου, Χριστέ, φαίδρυνον, τοὺς ἐν τῇ χρίσει καὶ νῦν, πίστει τοῦ ἐλέους σου σπεύδοντας.
With a divine lamp of light, O Christ, in your mercy make bright those who with faith in your mercy now hasten for anointing. [EL]
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Both now and for ever, and to the ages of ages. Amen.
Ἐπίβλεψον εὐμενῶς, Μήτηρ τοῦ πάντων Ποιητοῦ ἄνωθεν, καὶ τὴν πικρὰν κάκωσιν, λῦσον τοὺς νοσοῦντας πρεσβείαις σου.
Look favourably from on high, O Mother of the Maker of all, and do away with the bitter illness of the sick by your prayers. [EL]
Κάθισμα. Αὐλῶν Ποιμενικῶν.
Kathisma. Tone 8. The song of shepherd pipes.
Ὡς θεῖος ποταμός, τοῦ ἐλέους ὑπάρχων, ὡς ἄβυσσος πολλῆς, συμπαθείας οἰκτίρμον, δεῖξον τοῦ σοῦ ἐλέους τὰ θεῖα ῥεῖθρα, καὶ πάντας ἴασαι· βλῦσον τὰς τῶν θαυμάτων πηγὰς ἀφθόνως, καὶ πλῦνον ἅπαντας· σοὶ γὰρ ἀεὶ προστρέχοντες θερμῶς, τὴν χάριν ἐξαιτούμεθα.
As you, O Merciful, are a divine river of mercy, an abyss of great compassion, show us the divine streams of your mercy, and heal us all; pour out unstintingly the springs of your wonders, and cleanse us all; for ever hastening fervently to you, we implore your grace. [EL]
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Another. Tone 4. Lifted up on the Cross.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Glory to the Father, and to the Son, and to the Holy Spirit. Both now and for ever, and to the ages of ages. Amen.
Ὁ ἰατρὸς καὶ βοηθὸς τῶν ἐν πόνοις, ὁ λυτρωτής τε καὶ σωτὴρ τῶν ἐν νόσοις, αὐτὸς τῶν ὅλων Δέσποτα καὶ Κύριε, δώρησαι τὴν ἴασιν, τοῖς νοσοῦσί σου δούλοις, οἴκτειρον ἐλέησον, τοὺς πολλὰ ἐπταικότας, καὶ τῶν σφαλμάτων λύτρωσαι Χριστέ, ὅπως δοξάζωσι τὴν θείαν σου δύναμιν.
Physician and helper of those in pains, deliverer and saviour of those in sickness, Master and Lord, give healing to your sick servants; have pity, have mercy on those who have often stumbled, and deliver them from their falls, O Christ, that they may glorify your divine power. [EL]
ᾨδὴ δʹ.
Ode iv. Seeing you, the Sun of justice.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου.
O Master Christ, have mercy on your servant[s].
Ἀδιάφθορον ὡς μύρον Σωτὴρ ὑπάρχων, τὸ κενωθὲν ἐν χάριτι, καὶ κόσμον καθαῖρον, οἴκτειρον, ἐλέησον τοὺς τῇ θείᾳ πίστει σου, μώλωπας σαρκὸς ἐπαλείφοντας.
As you, O Saviour, are an incorruptible ointment, emptied out by grace and purifying the world, have pity, have mercy on those who anoint the bruises of the flesh with divine faith. [EL]
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου.
O Master Christ, have mercy on your servant[s].
Ἱλαρότητι σφραγῖδος τοῦ σου ἐλέους, νῦν τὰς αἰσθήσεις Δέσποτα, σφραγίσας σῶν δούλων, ἄβατον, ἀπρόσιτον, τὴν εἴσοδον ποίησον, πάσαις ἐναντίαις δυνάμεσιν.
Master, by now sealing with the gladness of the seal of your mercy your servants’ senses, make them impenetrable, unapproachable to the entry of every hostile power. [EL]
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Glory to the Father, and to the Son, and to the Holy Spirit.
Ὁ προσκαλεῖσθαι κελεύων τοὺς ἀσθενοῦντας, ἱερουργοὺς ἐνθέους σου, καὶ τούτων ἐντεύξει, καὶ χρίσει ἐλαίου σου, φιλάνθρωπε σῴζεσθαι, σῶσον σῷ ἐλέει τοὺς κάμνοντας.
Lover of mankind, you bid the sick to summon your sacred ministers and to be saved by their entreaty and anointing with your Oil; in your mercy save your ailing servants. [EL]
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Both now and for ever, and to the ages of ages. Amen.
Θεοτόκε ἀειπάρθενε παναγία, σκέπη στεῤῥὰ καὶ φύλαξ μου, λιμήν τε καὶ τεῖχος, κλῖμαξ καὶ προπύργιον, ἐλέησον οἴκτειρον· πρὸς σὲ γὰρ καὶ μόνην κατέφυγον.
All-holy, ever-Virgin, Mother of God, my firm shelter and guard, harbour and wall, ladder and tower, have mercy, have pity; for to you alone have I fled for refuge. [EL]
ᾨδὴ εʹ. Σὺ Κύριέ μου φῶς.
Ode v. You, Lord, my light.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου.
O Master Christ, have mercy on your servant[s].
Ὑπάρχων ἀγαθέ, τοῦ ἐλέους ἡ ἄβυσσος, ἐλέησον ἐλεῆμον, σοῦ τῷ θείῳ ἐλαίῳ, τοὺς κάμνοντας ὡς εὔσπλαγχνος.
O Good One, as you are an abyss of mercy, have mercy, O Merciful, on the ailing by your divine oil, as you are compassionate. [EL]
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου.
O Master Christ, have mercy on your servant[s].
Ψυχὰς ἡμῶν Χριστέ, καὶ τὰ σώματα ἄνωθεν, σφραγῖδός σου θείῳ τύπῳ, ἁγιάσας ἀφράστως, χειρί σου πάντας ἴασαι.
Having ineffably hallowed our souls and bodies from on high, O Christ, with the divine imprint of your seal, heal us all by your power. [EL]
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Glory to the Father, and to the Son, and to the Holy Spirit.
Ἀφάτῳ σου στοργῇ, ὑπεράγαθε Κύριε, δεξάμενος τὰς τοῦ μύρου, διὰ πόρνης ἀλείψεις, οἰκτείρησον τοὺς δούλους σου.
O Lord, supremely good, in your ineffable love you accepted the anointing with sweet ointment from a harlot; take pity on your servants. [EL]
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Both now and for ever, and to the ages of ages. Amen.
Πανύμνητε ἁγνή, ὑπεράγαθε, Δέσποινα, ἐλέησον τοὺς τῷ θείῳ χριομένους ἐλαίῳ, καὶ σῶσον τοὺς οἰκέτας σου.
Sovereign Lady, pure and all-praised, supremely good, have mercy on those who are anointed with the divine Oil, and save your servants. [EL]
ᾨδὴ Ϛʹ. Θύσω σοι μετὰ φωνῆς.
Ode vi. I will sacrifice to you.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου.
O Master Christ, have mercy on your servant[s].
Λόγοις σου, ὁ διʼ ἐλαίου δείξας, φιλάνθρωπε, ἐν βασιλεῦσι τὴν χρῖσιν, καὶ ἀρχιερεῦσι ταύτην τελέσας, σφραγισμῷ σου, καὶ τοὺς πάσχοντας σῶσον ὡς εὔσπλαγχνος.
By your words, Lover of mankind, you ordained anointing with oil for kings, and performed it through high priests; save the suffering also by your sealing as you are compassionate. [EL]
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου.
O Master Christ, have mercy on your servant[s].
Μέθεξις, μὴ ἐκ πικρῶν δαιμόνων ἐφάψοιτο, τῶν ἐπʼ ἀλείψει ἐνθέῳ, τὰς αἰσθήσεις Σῶτερ, σημειουμένων, ἀλλʼ ἐν σκέπῃ περιτείχισον τούτους τῆς δόξης σου.
May no influence of wicked demons touch the senses of those signed by divine anointing, O Saviour, but wall them about with the shelter of your glory. [EL]
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Glory to the Father, and to the Son, and to the Holy Spirit.
Ὄρεξον, χεῖρα τὴν σὴν ἐξ ὕψους, φιλάνθρωπε, καὶ σοῦ τὸ ἔλαιον, Σῶτερ, ἁγιάσας δίδου, τοῖς σοῖς οἰκέταις εἰς ὑγείαν, καὶ νοσημάτων πάντων ἐκλύτρωσιν.
Stretch out your hand from on high, Lover of mankind, and by hallowing your oil give health and deliverance from all diseases to your servants. [EL]
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Both now and for ever, and to the ages of ages. Amen.
Πέφηνας, ἐν τῷ Θεοῦ σου οἴκῳ κατάκαρπος, Μήτηρ τοῦ Κτίστου ἐλαία, διʼ ἧς πλήρης ὤφθη κόσμος ἐλέους· ὅθεν σῷζε, πρεσβειῶν ἐπαφῇ σου τοὺς κάμνοντας.
You have been shown to be a fruitful olive tree in the house of your God, Mother of your Creator, though whom the world has appeared full of mercy; save the ailing with the touch of your intercessions. [EL]
Κοντάκιον.
Kontakion. Tone 2. Seeking the things on high.
Ἐλέους πηγὴ ὑπάρχων, ὑπεράγαθέ, τοὺς πίστει θερμῇ, ἐλέει τῷ ἀφάτῳ σου, προσπεσόντας εὔσπλαγχνε, ἐκ παντοίας λύτρωσαι κακώσεως, καὶ τὰς αὐτῶν νόσους ἀράμενος, παράσχου τὴν θείαν χάριν ἄνωθεν.
You are a fountain of mercy, O Supremely Good, deliver from every ill those who with fervent faith fall down before your ineffable mercy, O Compassionate, and taking away their diseases, grant them the divine grace from on high. [EL]
ᾨδὴ ζʹ.
Ode vii. The children of Abraham.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου.
O Master Christ, have mercy on your servant[s].
Σὺ ἐν ἐλέει καὶ οἰκτιρμοῖς σου, Σῶτερ, μόνος Θεός, πάντων ἰατρεύων πάθη τε τῶν ψυχῶν, καὶ σωμάτων τὰ συντρίμματα, αὐτὸς θεράπευσον, καὶ τοὺς ἐν νόσοις πάσχοντας εὔσπλαγχνε.
O Saviour, only God, as in your mercy and pity you heal the passions of the soul, the afflictions of the bodies of all, treat and heal too those who are suffering from diseases. [EL]
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου.
O Master Christ, have mercy on your servant[s].
Ἐν τῷ λιπαίνειν ἐλαίου χρίσει, πάντων τὰς κεφαλάς, δίδου εὐφροσύνης τούτῳ τὴν χαρμονήν, τοῖς τὸν ἔλεον ζητοῦσί σου, τῆς ἐκλυτρώσεως, τῷ πλουσίῳ ἐλέει σου Κύριε.
By anointing with the anointment of oil the heads of all, give the joy of gladness to those who seek the mercy of your redemption in your rich mercy, O Lord. [EL]
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Glory to the Father, and to the Son, and to the Holy Spirit.
Ξίφος ὑπάρχει κατὰ δαιμόνων, Σῶτερ, σοῦ ἡ σφραγίς· πῦρ τε ἀναλίσκον πάθη τὰ τῶν ψυχῶν, ἱερέων ταῖς ἐντεύξεσιν· ὅθεν τὴν ἴασιν, οἱ δεδεγμένοι πίστει ὑμνοῦμέν σε.
Your seal, O Saviour, is a sword against demons, and a fire consuming the passions of souls, through the entreaties of priests; and so, having received healing, we sing your praise with faith. [EL]
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Both now and for ever, and to the ages of ages. Amen.
Σὺ τὸν κρατοῦντα ἐν δρακὶ πάντα, Μήτηρ Θεοῦ, ἔνδον ἐν κοιλίᾳ σχοῦσα θεοπρεπῶς, καὶ ἀφράστως σωματώσασα, ὑπὲρ τῶν καμνόντων, ἐξιλέωσαι τοῦτον δεόμεθα.
Mother of God, you carried within your womb, in a manner befitting God, and ineffably gave a body to the One who holds all things in the hollow of his hand; we beg you to have pity on the ailing. [EL]
Χεῖρας ἐκπετάσας Δανιήλ.
Ode 8. Stretching out his hands.
ᾨδὴ ηʹ. Χεῖρας ἐκπετάσας Δανιήλ.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου.
O Master Christ, have mercy on your servant[s].
Ἅπαντας ἐλέησον Σωτήρ, κατὰ τὸ μέγα σου καὶ θεῖον ἔλεος· τούτου τὸν τύπον γὰρ Δέσποτα, μυστικῶς ὑπαινιττόμενοι, τὴν διʼ ἐλαίου ἱεροῦ χρῖσιν προσάγομεν, τοῖς νοσοῦσιν· οὕς περ δυνάμει, τῇ σὴ πάντας ἴασαι.
Have mercy on us all, O Saviour, in accordance with your great and divine mercy; for mystically symbolizing its figure, Master, we bring the anointing with sacred oil for the sick; heal them all by your power. [EL]
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου.
O Master Christ, have mercy on your servant[s].
Ῥείθροις τοῦ ἐλέους σου Χριστέ, καὶ ἐπαλείμμασι τῶν ἱερέων σου, πλῦνον ὡς εὔσπλαγχνος, Κύριε, τὰς ὀδύνας καὶ τὰ τραύματα, καὶ ἀλγεινῶν ἐπιφοράς, τῶν ἐν ἀνάγκαις παθῶν τρυχομένων, ὅπως καθάρσει τῇ σῇ, τύχωσι ῥώσεως.
With the streams of your mercy, O Christ, and with anointings by your priests, wash away, Lord, as you are compassionate, the pains, the wounds, the attacks of sufferings of those worn down by the constraints of passions, that through your cleansing they may find strength. [EL]
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Glory to the Father, and to the Son, and to the Holy Spirit.
Σύμβολον τῆς ἄνωθεν ῥοπῆς, καὶ ἱλαρότητος ἔλαιον, θεῖον ἡμῖν τοῖς διαγράφουσι, Δέσποτα, μὴ μακρύνῃς σου τὸ ἔλεος, μηδὲ παρίδῃς τοὺς πιστῶς ἀεὶ κραυγάζοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Do not withdraw your mercy, Master, from us who depict your divine oil as a symbol of help and joy from on high, nor despise those who cry out with faith: Bless the Lord all you works of the Lord. [EL]
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Both now and for ever, and to the ages of ages. Amen.
Ἔνδοξον ὡς στέφανον Ἁγνή, ἡ φύσις εἴληφε τὸν θεῖον τόκον σου, ἐχθρῶν ἀπείργοντα φάλαγγας, καὶ νικῶντα κατὰ κράτος αὐτούς· διὸ χαρίτων σου φαιδραῖς, καταστεφόμενοι ἀγλαΐαις, σὲ ἀνυμνοῦμεν πανύμνητε Δέσποινα.
Nature received as a glorious crown, O Pure One, your divine Offspring, who crushed the ranks of foes and mightily defeated them; and so, crowned with the bright rays of your graces, we hymn you, Sovereign Lady, all-praised. [EL]
Λίθος ἀχειρότμητος.
Ode 9. A stone not cut by human hand.
ᾨδὴ θʹ. Λίθος ἀχειρότμητος.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου.
O Master Christ, have mercy on your servant[s].
Νεῦσον οὐρανόθεν, οἰκτίρμον, δεῖξόν σου τὸ ἔλεος πᾶσι· δὸς νῦν τὴν ἀντίληψιν τὴν σήν, καὶ τὴν ἰσχύν σου τοῖς προσιοῦσί σοι, διὰ τοῦ θείου χρίσματος, τῶν ἱερέων σου, φιλάνθρωπε.
Look down from heaven, O Compassionate, and show to all your mercy; through the divine anointing of your priests now give your help and your strength to those who approach you. [EL]
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους σου.
O Master Christ, have mercy on your servant[s].
Ἴδομεν, πανάγαθε Σῶτερ, ἀγαλλιώμενοι τὸ θεῖον, ἔλαιον ῥοπῇ σου ἐνθέῳ, ὑπὲρ μετόχους, ὅπερ προσείληφας, καὶ τυπικῶς μετέδωκας, λουτροῦ τοῦ θείου τοῖς μετέχουσιν.
All-loving Saviour, rejoicing we have seen the divine oil, which by your divine decision beyond the power of the partakers you have accepted, and symbolically shared with those who partake of the divine washing. [EL]
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Glory to the Father, and to the Son, and to the Holy Spirit.
Οἴκτειρον ἐλέησον Σῶτερ, ῥῦσαι δεινῶν καὶ ἀλγηδόνων, λύτρωσαι βελῶν τοῦ πονηροῦ, τοὺς σοὺς οἰκέτας, ψυχὰς καὶ σώματα, ὡς ἐλεήμων Κύριος, χάριτι θείᾳ ἐξιώμενος.
Have pity, have mercy, Saviour, deliver from fears and sufferings, rescue from the arrows of the evil one the souls and bodies of your servants, for you, Lord, are merciful and heal by divine grace. [EL]
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Both now and for ever, and to the ages of ages. Amen.
Ὕμνους καὶ δεήσεις, Παρθένε, προσδεχομένη τῶν σῶν δούλων, ῥῦσαι χαλεπῶν παθημάτων, καὶ ἀλγηδόνων ταῖς ἱκεσίαις σου, τοὺς διʼ ἡμῶν πανάχραντε, τῇ θείᾳ σκέπῃ σου προστρέχοντας.
Accept, O Virgin, the hymns and supplications of your servants; deliver by your entreaties from harsh pains and sufferings, O all-pure, those who through us flees to your divine protection. [EL]
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
It is truly right to call you blessed, who gave birth to God, ever-blessed and most pure, and Mother of our God. Greater in honour than the Cherubim and beyond compare more glorious than the Seraphim, without corruption you gave birth to God the Word; truly the Mother of God, we magnify you. [EL]
Ἐξαποστειλάριον.
Exapostilarion. Our Saviour, the Dayspring.
Ἦχος γʹ. Ἐπεσκέψατο ἡμᾶς.
Ἐν ἐλέῳ ἀγαθέ, ἐπίβλεψον σῷ ὄμματι, ἐπὶ τὴν δέησιν ἡμῶν, τῶν συνελθόντων ἐν τῷ ναῷ σου, τῷ ἁγίῳ σήμερον, χρῖσαι θείῳ ἐλαίῳ, νοσοῦντας τοὺς δούλους σου.
Look with your merciful eye on our entreaty, loving Lord, as we gather today in your holy Temple, to anoint with divine oil your sick servants. [EL]
Οἱ Αἶνοι. Ἔδωκας σημείωσιν.
Lauds. Prosomia. Tone 4. You have given as a sign.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ἀλληλούϊα. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.
Let everything that has breath praise the Lord. Alleluia. Praise the Lord from the heavens; praise him in the highest. To you praise is due, O God.
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ.
Praise him, all his angels; praise him, all his powers. To you praise is due, O God.
Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
To execute upon them the judgment that is decreed; such glory will be for all his saints.
Στιχηρὰ Προσόμοια.
Ἦχος δʹ. Ἔδωκας σημείωσιν.
Ἔδωκας τὴν χάριν σου, διὰ τῶν σῶν εὐδιάλλακτε, ἀποστόλων φιλάνθρωπε, ἐλαίῳ ἁγίῳ σου, θεραπεύειν πάντων, πληγάς τε καὶ νόσους· διὸ ἐλαίῳ σου πιστῶς, τοὺς προσιόντας καὶ νῦν ὡς εὔσπλαγχνος, ἁγίασον ἐλέησον, παντοίας νόσου καθάρισον, καὶ τρυφῆς τῆς ἀφθάρτου σου, καταξίωσον Κύριε.
Lover of mankind, easily placated, through your Apostles you have given your grace by your holy oil to heal all wounds and diseases; and so, as you are compassionate, hallow, have mercy by your oil on those who draw near in faith, cleanse them of every kind of sickness and make them worthy, Lord, of your incorruptible delight.
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Praise God in his saints; praise him in the firmament of his power.
Ἔδωκας τὴν χάριν σου, διὰ τῶν σῶν εὐδιάλλακτε, ἀποστόλων φιλάνθρωπε, ἐλαίῳ ἁγίῳ σου, θεραπεύειν πάντων, πληγάς τε καὶ νόσους· διὸ ἐλαίῳ σου πιστῶς, τοὺς προσιόντας καὶ νῦν ὡς εὔσπλαγχνος, ἁγίασον ἐλέησον, παντοίας νόσου καθάρισον, καὶ τρυφῆς τῆς ἀφθάρτου σου, καταξίωσον Κύριε.
Lover of mankind, easily placated, through your Apostles you have given your grace by your holy oil to heal all wounds and diseases; and so, as you are compassionate, hallow, have mercy by your oil on those who draw near in faith, cleanse them of every kind of sickness and make them worthy, Lord, of your incorruptible delight.
Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Praise him for his mighty acts; praise him according to the greatness of his majesty.
Βλέψον ἀκατάληπτε, ἐξ οὐρανόθεν ὡς εὔσπλαγχνος, ἐν χειρὶ ἀοράτῳ σου, σφραγίσας φιλάνθρωπε, τὰς ἡμῶν αἰσθήσεις, ἐλαίῳ σου θείῳ, τοὺς προσδραμόντας σοι πιστῶς, καὶ ἐξαιτοῦντας πταισμάτων ἄφεσιν· καὶ δώρησαι τὴν ἴασιν, τὴν τῆς ψυχῆς καὶ τοῦ σώματος, ἵνα πόθῳ δοξάζωσί σε, μεγαλύνοντες τὸ κράτος σου.
O Incomprehensible, as you are compassionate and seal our senses with your invisible hand by your divine oil, look down from heaven, Lover of mankind, upon those who run to you with faith and ask forgiveness of offences; and grant them healing of soul and body, that with love they may glorify you as they magnify your might. [EL]
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Glory to the Father, and to the Son, and to the Holy Spirit.
Χρίσει τοῦ ἐλέους σου, καὶ ἱερέων φιλάνθρωπε, ἐπαφῇ τοὺς οἰκέτας σου, ἁγίασον ἄνωθεν, νοσημάτων ῥῦσαι, ψυχῆς τε τὸν ῥύπον, κάθαρον ἔκπλυνον Σωτήρ, καὶ πολυπλόκων σκανδάλων λύτρωσαι· τοὺς πόνους παραμύθησαι, τὰς περιστάσεις ἐκδίωξον, καὶ τὰς θλίψεις ἀφάνισον, ὡς οἰκτίρμων καὶ εὔσπλαγχνος.
With the anointing of your mercy and the touch of your priests, Lover of mankind, hallow your servants from on high, deliver them from diseases, cleanse and wash away their defilement of soul, O Saviour, and deliver them from the manifold occasions of sin; comfort their toils, drive away disasters, and wipe out their afflictions, as you are full of pity and compassion. [EL]
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Both now and for ever, and to the ages of ages. Amen.
Σὲ τὸ καθαρώτατον, τοῦ βασιλέως παλάτιον, δυσωπῶ πολυΰμνητε· τὸν νοῦν μου καθάρισον, τὸν ἐσπιλωμένον, πάσαις ἁμαρτίαις, καὶ καταγώγιον τερπνὸν τῆς ὑπερθέου Τριάδος ποίησον· ὅπως τὴν δυναστείαν σου, καὶ τὸ ἀμέτρητον ἔλεος, μεγαλύνω σῳζόμενος, ὁ ἀχρεῖος οἰκέτης σου.
O highly praised, all-pure Palace of the King, I entreat you: purify my mind, sullied with every sin, and make it a fair dwelling for the divine Trinity; so that I, your unprofitable servant, may be saved and magnify your power and limitless mercy. [EL]
ΑΝΑΓΝΩΣΤΗΣ
READER
Τρισάγιον.
Trisagion
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)
Holy God, Holy Strong, Holy Immortal, have mercy on us. (three times).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Glory to the Father, and to the Son, and to the Holy Spirit; both now and for ever, and to the ages of ages. Amen.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
All-holy Trinity, have mercy on us. Lord, cleanse us from our sins. Master, pardon our iniquities. Holy One, visit and heal our infirmities for your name''s sake.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Glory to the Father, and to the Son, and to the Holy Spirit; both now and for ever, and to the ages of ages. Amen.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Our Father, in heaven, may your name be sanctified, your kingdom come; your will be done on earth as in heaven. Give us today our daily bread, and forgive us our debts, as we forgive our debtors, and do not lead us into temptation, but deliver us from the evil one.
ΙΕΡΕΥΣ
PRIEST
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
For yours is the kingdom, the power and the glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages.
ΧΟΡΟΣ
PEOPLE
Ἀμήν.
Amen.
Τροπάριον. Ταχὺ προκατάλαβε.
Troparion. Tone 4. Speedily anticipate.
Ἦχος δʹ. Ταχὺ προκατάλαβε.
Ταχὺς εἰς ἀντίληψιν, μόνος ὑπάρχων Χριστέ, ταχεῖαν τὴν ἄνωθεν, δεῖξον ἐπίσκεψιν, τοῖς πάσχουσι δούλοις σου· λύτρωσαι νοσημάτων, καὶ πικρῶν ἀλγηδόνων· ἔγειρον τοῦ ὑμνεῖν σε, καὶ δοξάζειν ἀπαύστως· πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.
As you alone, O Christ, are quick to help, quickly show your visitation from high to your servants who are suffering; free them from diseases and bitter pains; raise them up to praise you and glorify you unceasingly; at the prayers of the Mother of God, only Lover of mankind. [EL]
Ἄν ἡ ἀκολουθία ἄρχισε μέ «Εὐλογητός», λέγεται τώρα «Εὐλογημένη ἡ βασιλεία». Ἄν ἄρχισε μέ «Εὐλογημένη», λέγεται ἀμέσως ἡ Μεγάλη Συναπτή.
ΔΙΑΚΟΝΟΣ
DEACON
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
In peace, let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
For the peace from on high and for the salvation of our souls, let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
For the peace of the whole world, for the welfare of the holy Churches of God, and for the union of all, let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
For this holy house, and for those who enter it with faith, reverence and the fear of God, let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
For all devout and Orthodox Christians, let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
For our Bishop (or Archbishop) (name) for the honoured order of presbyters, for the diaconate in Christ, for all the clergy and the people, let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
For our nation, [the President, our Armed Forces] and all in civil authorities, let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ὑπὲρ τῆς πόλεως ταύτης, πάσης πόλεως, χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
For this city, for every city, town and village, and for the faithful who dwell in them, let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
For favourable weather, an abundance of the fruits of the earth, and temperate seasons, let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
For those who travel by land, air or water, for the sick, the suffering, for those in captivity, and for their safety and salvation, let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
For our deliverance from all affliction, wrath, danger and constraint, let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Help us, save us, have mercy on us, and keep us, O God, by your grace.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Commemorating our all-holy, pure, most blessed and glorious Lady, Mother of God and Ever-Virgin Mary, with all the Saints, let us entrust ourselves and one another and our whole life to Christ our God.
( Σοί, Κύριε. )
( To you, O Lord. )
ΙΕΡΕΥΣ
PRIEST
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
For to you belong all glory, honour and worship, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages.
( Ἀμήν. )
( Amen. )
Then the Priest says the Prayer of the Oil in front of the lamp.
Note, that in the Great Church instead of water they put wine into the lamp of the Efchelaion.
ΔΙΑΚΟΝΟΣ
DEACON
Τοῦ Κυρίου δεηθῶμεν.
Let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
ΙΕΡΕΥΣ
PRIEST
Κύριε, ὁ ἐν τῷ ἐλέει, καὶ τοῖς οἰκτιρμοῖς σου ἰώμενος τὰ συντρίμματα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν· αὐτός, Δέσποτα, ἁγίασον καὶ τὸ ἔλαιον τοῦτο, ὥστε γενέσθαι τοῖς χριομένοις ἐξ αὐτοῦ εἰς θεραπείαν καὶ ἀπαλλαγὴν παντὸς πάθους, νόσου σωματικῆς, μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καὶ παντὸς κακοῦ· ἵνα καὶ ἐν τούτῳ δοξασθῇ σου τὸ πανάγιον ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Lord, who in your mercy and pity heal the afflictions of our souls and bodies, sanctify this oil, Master, that it may be for those who are anointed with it for healing and relief of every passion, bodily disease, stain of flesh and spirit and every evil; that through it your all-holy Name, of Father, Son and Holy Spirit, may be glorified now and for ever, and to the ages of ages. [EL]
( Ἀμήν. )
( Amen. )
While this prayer is being said by the Priest the following Troparia are sung.
Ταχὺ προκατάλαβε.
Tone 4. Speedily anticipate.
ΧΟΡΟΣ
PEOPLE
Ταχὺς εἰς ἀντίληψιν, μόνος ὑπάρχων Χριστέ, ταχεῖαν τὴν ἄνωθεν, δεῖξον ἐπίσκεψιν, τοῖς πάσχουσι δούλοις σου· λύτρωσαι νοσημάτων, καὶ πικρῶν ἀλγηδόνων· ἔγειρον τοῦ ὑμνεῖν σε, καὶ δοξάζειν ἀπαύστως· πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.
As you alone, O Christ, are quick to help, quickly show your visitation from high to your servants who are suffering; free them from diseases and bitter pains; raise them up to praise you and glorify you unceasingly; at the prayers of the Mother of God, only Lover of mankind. [EL]
Κοντάκιον τοῦ Τυφλοῦ.
Ἐπεφάνης σήμερον.
Tone 4. Today you have appeared.
Τῆς ψυχῆς τὰ ὄμματα πεπηρωμένος, Σοὶ Χριστὲ προσέρχομαι, ὡς ὁ Τυφλὸς ἐκ γενετῆς, ἐν μετανοίᾳ κραυγάζων Σοι, σὺ τῶν ἐν σκότει, τὸ φῶς τὸ ὑπέρλαμπρον.
With the eyes of my soul mutilated I come to you, O Christ, as the man blind from birth, crying to you in repentance: You are the radiant light of those in darkness. [EL]
Κοντάκιον τοῦ Παραλύτου.
Ἡ Παρθένος σήμερον.
Tone 3. Today the Virgin.
Τὴν ψυχήν μου Κύριε, ἐν ἁμαρτίαις παντοίαις, καὶ ἀτόποις πράξεσι, δεινῶς παραλελυμένην, ἔγειρον τῇ θεϊκῇ σου ἐπιστασίᾳ, ὥς περ καὶ τὸν Παράλυτον, ἤγειρας πάλαι, ἵνα κράζω σεσωσμένος· Οἰκτίρμον δόξα, Χριστέ, τῷ κράτει σου.
By your divine presence, O Lord, raise my soul, grievously paralysed by sins of every kind and by unnatural deeds, as you also raised the Paralysed Man of old, that saved I may cry to you: O merciful Christ, glory to your might. [EL]
Tone 8.
Ἀπολυτίκιον Ἁγ. Ἰακώβου.
Ὡς τοῦ Κυρίου μαθητής, ἀνεδέξω Δίκαιε τὸ Εὐαγγέλιον· ὡς Μάρτυς ἔχεις τὸ ἀπαράτρεπτον· τὴν παῤῥησίαν ὡς Ἀδελφόθεος, τὸ πρεσβεύειν ὡς Ἱεράρχης. Ἱκέτευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἠμών.
As the Lord’s Disciple, O Just one, you received the Gospel; as a martyr you cannot be turned away; as God’s brother you have freedom to speak; as Hierarch you have the right to intercede. Implore Christ God that our souls may be saved. [EL]
Κοντάκιον Ἁγ. Ἰακώβου.
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Tone 4. Lifted up on the Cross.
Ὁ του Πατρὸς μονογενὴς Θεὸς Λόγος, ἐπιδημήσας πρὸς ἡμᾶς ἐπʼ ἐσχάτων, τῶν ἡμερῶν Ἰάκωβε θεσπέσιε, πρῶτόν σε ἀνέδειξε τῶν Ἱεροσολύμων, Ποιμένα καὶ Διδάσκαλον, καὶ πιστὸν οἰκονόμον, τῶν Μυστηρίων τῶν πνευματικῶν· ὄθεν σε πάντες τιμῶμεν Ἀπόστολε.
The Only-begotten of the Father, God the Word, who dwelt among us in these last days, declared you, venerable James, first shepherd and teacher of Jerusalem, and faithful steward of the spiritual mysteries; therefore, O Apostle, we all honour you. [EL]
Κοντάκιον Ἁγ. Νικολάου.
Ἡ Παρθένος σήμερον.
Tone 3. Today the Virgin.
Ἐν τοῖς Μύροις Ἅγιε, ἱερουργὸς ἀνεδείχθης· τοῦ Χριστοῦ γὰρ Ὅσιε, τὸ Εὐαγγέλιον πληρώσας, ἔθηκας τὴν ψυχήν σου ὑπὲρ λαοῦ σου, ἔσωσας τοὺς ἀθώους ἐκ τοῦ θανάτου· διὰ τοῦτο ἡγιάσθης, ὡς μέγας μύστης Θεοῦ τῆς χάριτος.
In Myra, O Saint, you were revealed as priest, for having fulfilled Christ’s Gospel you laid down your life for your people; you saved the innocent from death; therefore you have been hallowed as a great initiate of God’s grace. [EL]
Ἀπολυτίκιον Ἁγ. Δημητρίου.
Θείας πίστεως.
Tone 3. Your confession.
Μέγαν εὕρατο ἐν τοῖς κινδύνοις, σὲ ὑπέρμαχον ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν, ἐν τῷ σταδίῳ θαῤῥύνας τὸν Νέστορα, οὕτως Ἅγιε, Μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
The whole world has found you as a mighty champion in dangers, O victor, who rout the nations. Therefore as you destroyed the pride of Lyaios in the stadium by giving Nestor courage, holy great Martyr Demetrios, implore Christ God to grant us his great mercy. [EL]
Ἀπολυτίκιον Ἁγ. Παντελεήμονος.
Tone 3.
Ἀθλοφόρε ἅγιε, καὶ ἰαματικὲ Παντελεῆμον, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
O holy Champion and Healer, Panteleimon, intercede with the merciful God to grant our souls forgiveness of sins. [EL]
Ἀπολυτίκιον Ἁγ. Ἀναργύρων.
Tone 8.
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.
Holy Unmercenaries and Wonderworkers, visit our weaknesses; freely you have received, freely give to us. [EL]
Κοντάκιον Ἁγ. Ἰωάννου τοῦ Θεολόγου.
Tone 2.
Τὰ μεγαλεῖά σου Παρθένε τίς διηγήσεται; βρύεις γὰρ θαύματα, καὶ πηγάζεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν, ὡς Θεολόγος καὶ φίλος Χριστοῦ.
Who will recount your mighty works, O Virgin? For you pour out wonders, are a fount of healing, and you intercede on behalf of our souls, as Theologian and friend of Christ. [EL]
Θεοτοκίον.
Tone 2.
Seeking the things on high.
Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα, πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.
Invincible rampart, fervent intercession, * the wellspring of mercy, refuge of the world, to you * we all cry insistently, * ''Sovereign Lady, Mother who bore our God, * hasten, from perils swiftly set us free, * alone you are ever swift in our defence''. [EL]
Ἀπόστολος Αʹ
1st Epistle
The Apostle is read by the Deacon.
ΔΙΑΚΟΝΟΣ
DEACON
Πρόσχωμεν.
Let us attend.
ΔΙΑΚΟΝΟΣ
DEACON
Προκείμενον. Ἦχος αʹ. Ψαλμὸς 32.
Prokeimenon Tone 1.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς.
Στίχ. Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ.
Verse:
ΙΕΡΕΥΣ
PRIEST
Σοφία.
Wisdom.
ΔΙΑΚΟΝΟΣ
DEACON
Καθολικῆς Ἐπιστολῆς Ἰακώβου τὸ ἀνάγνωσμα.
The reading is from the Universal Letter of James.
ΙΕΡΕΥΣ
PRIEST
Πρόσχωμεν.
Let us attend.
ΔΙΑΚΟΝΟΣ
DEACON
Ιακ (Κεφ. εʹ 10 – 16)
Jas. (5:10-16)
Ἀδελφοί, ὑπόδειγμα λάβετε τῆς κακοπαθείας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν ἐν τῷ ὀνόματι Κυρίου. Ἰδοὺ μακαρίζομεν τοὺς ὑπομένοντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος Κυρίου εἴδετε, ὅτι πολυεύσπλαγχνός ἐστιν ὁ Κύριος καὶ οἰκτίρμων. Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε μήτε τὸν οὐρανόν, μήτε τὴν γῆν, μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ ναὶ ναί· καὶ τὸ οὔ, οὔ, ἵνα μὴ εἰς ὑπόκρισιν πέσητε. Κακοπαθεῖ τις ἐν ὑμῖν; προσευχέσθω· εὐθυμεῖ τις; ψαλλέτω· ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπʼ αὐτόν, ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου· καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ. Ἐξομολογεῖσθε ἀλλήλοις τὰ παραπτώματα, καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε· πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.
My brethren, consider as an example of suffering and patience the prophets who spoke in the Name of the Lord. Behold, we call those who endure blessed. You have heard of the patience of Job and you have seen the Lord in the outcome, how the Lord is full of compassion and mercy. But above all things, my brethren, do not swear, either by heaven or earth, or by any other oath. Instead, let your “yes” be “yes,” and your “no,” “no,” so that you may not fall into hypocrisy. Are any among you suffering? Let them pray. Are any cheerful? Let them sing praises! Are any among you sick? Let them call for the presbyters of the Church to pray over them and anoint them with oil in the Name of the Lord. The prayer of faith will heal those who are sick and the Lord will raise them up. If they have committed sins, they will be forgiven. Confess your offenses to one another and pray for one another so that you may be healed. The insistent prayer of a righteous person is powerfully effective! [EOB]
Ἀλληλούϊα. Ψαλμὸς Ρʹ (100).
Alleluia. Tone 8. Psalm 100.
Ἔλεος καὶ κρίσιν ᾄσομαί σοι, Κύριε·
I will sing to you of mercy and judgment, O Lord.
ΧΟΡΟΣ
PEOPLE
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Alleluia, Alleluia, Alleluia.
Εὐαγγέλιον Αʹ
1st Gospel.
ΔΙΑΚΟΝΟΣ
DEACON
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Wisdom. Stand upright. Let us listen to the Holy Gospel.
ΙΕΡΕΥΣ
PRIEST
Εἰρήνη πᾶσι.
Peace to all.
( Καὶ τῷ πνεύματί σου. )
( And to your spirit. )
ΙΕΡΕΥΣ
PRIEST
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
The reading is from the Holy Gospel according to Luke.
ΔΙΑΚΟΝΟΣ
DEACON
Πρόσχωμεν.
Let us attend.
( Δόξα σοι, Κύριε, δόξα σοι. )
( Glory to you, O Lord, glory to you. )
ΙΕΡΕΥΣ
PRIEST
(Κεφ. ιʹ 25 – 37)
Τῷ καιρῷ ἐκείνῳ, νομικός τις προσῆλθε τῷ Ἰησοῦ πειράζων αὐτὸν καὶ λέγων· Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Ὁ δὲ εἶπε πρὸς αὐτόν· Ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου, ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν· Εἶπε δὲ αὐτῷ· Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ. Ὁ δὲ θέλων δικαιοῦν ἑαυτόν, εἶπε πρὸς τὸν Ἰησοῦν· Καὶ τίς ἐστί μου πλησίον; Ὑπολαβὼν δὲ ὁ Ἰησοῦς εἶπεν· Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἰεριχὼ καὶ λησταῖς περιέπεσεν· οἳ καὶ ἐκδύσαντες αὐτόν, καὶ πληγὰς ἐπιθέντες, ἀπῆλθον, ἀφέντες ἡμιθανῆ τυγχάνοντα. Κατὰ συγκυρίαν δὲ Ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ· καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. Ὁμοίως δὲ καὶ Λευῒτης, γενόμενος κατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδών, ἀντιπαρῆλθε. Σαμαρείτης δέ τις ὁδεύων, ἦλθε κατʼ αὐτόν, καὶ ἰδὼν αὐτόν, ἐσπλαγχνίσθη. Καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον· ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον, καὶ ἐπεμελήθη αὐτοῦ. Καὶ ἐπὶ τὴν αὔριον ἐξελθών, ἐκβαλὼν δύο δηνάρια, ἔδωκε τῷ πανδοχεῖ καὶ εἶπεν αὐτῷ· Ἐπιμελήθητι αὐτοῦ· καὶ ὅ,τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. Τίς οὖν τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς ληστάς; Ὁ δὲ εἶπεν· Ὁ ποιήσας τὸ ἔλεος μετʼ αὐτοῦ. Εἶπεν οὖν αὐτῷ ὁ Ἰησοῦς· Πορεύου καὶ σὺ ποίει ὁμοίως.
Δόξα σοι, Κύριε, δόξα σοι.
Glory to you, O Lord, glory to you.
ΔΙΑΚΟΝΟΣ
DEACON
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Have mercy on us, O God, according to your great mercy, we pray you, hear and have mercy.
( Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. )
( Lord, have mercy. Lord, have mercy. Lord, have mercy. )
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν προσελθόντων ἐν τῷ Ἁγίῳ Μυστηρίῳ τούτῳ, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
( Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. )
( Lord, have mercy. Lord, have mercy. Lord, have mercy. )
ΙΕΡΕΥΣ
PRIEST
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
For you, O God, are merciful, and love mankind, and to you we give glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages.
( Ἀμήν. )
( Amen. )
ΔΙΑΚΟΝΟΣ
DEACON
Τοῦ Κυρίου δεηθῶμεν.
Let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
And the Priest says this Prayer:
ΙΕΡΕΥΣ
PRIEST
Εὐχὴ Αʹ
1st Prayer.
Ἄναρχε, ἀδιάδοχε, ἅγιε ἁγίων, ὁ τὸν μονογενῆ σου Υἱὸν ἐξαποστείλας, ἰώμενον πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, κατάπεμψον τὸ ἅγιόν σου Πνεῦμα, καὶ ἁγίασον τὸ ἔλαιον τοῦτο· καὶ ποίησον αὐτὸ χριομένοις τοῖς σοῖς δούλοις, εἰς τελείαν ἀπολύτρωσιν τῶν ἁμαρτιῶν αὐτῶν, εἰς βασιλείας οὐρανῶν κληρονομίαν.
O God without beginning and without end, Holy of Holies, who sent forth your Only-begotten Son to heal every disease and every weakness of our souls and bodies, send down your Holy Spirit and hallow this oil; and cause it to be for your servants who are anointed for complete deliverance from their sins, for inheritance of the Kingdom of heaven. [EL]
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν…
Note that some say this Prayer only as far as here with the conclusion: For yours it is to have mercy… while others continue to the end.
Σὺ γὰρ εἶ ὁ Θεός, ὁ μέγας καὶ θαυμαστός, ὁ φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσί σε· ὁ διδοὺς λύτρωσιν ἁμαρτιῶν διὰ τοῦ ἁγίου σου παιδὸς Ἰησοῦ Χριστοῦ· ὁ ἀναγεννήσας ἡμᾶς ἀπὸ τῆς ἁμαρτίας· ὁ φωτίζων τοὺς τυφλοὺς καὶ ἀνορθῶν τοὺς κατεῤῥαγμένους· ὁ ἀγαπῶν τοὺς δικαίους καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν· ὁ ἀνακαινίσας ἡμᾶς ἐκ σκότους καὶ σκιᾶς θανάτου, λέγων τοῖς ἐν δεσμοῖς «Ἐξέλθετε» καὶ τοῖς ἐν τῷ σκότει «Ἀνακαλύπτεσθε». Ἔλαμψε γὰρ ἐν ταῖς καρδίαις ἡμῶν τὸ φῶς τῆς ἐπιγνώσεως τοῦ Μονογενοῦς σου Υἱοῦ, ἀφʼ οὗ διʼ ἡμᾶς ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· καὶ τοῖς δεξαμένοις αὐτὸν ἔδωκεν ἐξουσίαν τέκνα σοῦ τοῦ Θεοῦ γενέσθαι, διὰ λουτροῦ παλιγγενεσίας τὴν υἱοθεσίαν ἡμῖν χαρισάμενος, ἀμετόχους ἡμᾶς ἐποίησεν ἐκ τῆς καταδυναστείας τοῦ διαβόλου· ἐπεὶ οὐκ εὐδόκησεν ἐν αἵματι καθαρίζεσθαι, ἀλλʼ ἐν ἐλαίῳ ἁγίῳ ἔδωκε τὸν τύπον τοῦ Σταυροῦ αὐτοῦ, εἰς τὸ γενέσθαι ἡμᾶς Χριστοῦ ποίμνιον, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, καθαρίσας ἡμᾶς ἐν ὕδατι, καὶ ἁγιάσας ἐν τῷ Ἁγίῳ Πνεύματι· αὐτός, Δέσποτα Κύριε, δὸς Χάριν εἰς τὴν διακονίαν σου ταύτην, ὡς ἔδωκας Μωσεῖ τῷ θεράποντί σου, καὶ Σαμουὴλ τῷ ἠγαπημένῳ σου, καὶ Ἰωάννῃ τῷ ἐκλεκτῷ σου, καὶ πᾶσι τοῖς καθʼ ἑκάστην γενεὰν εὐαρεστήσασί σοι· οὕτω ποίησον καὶ ἡμᾶς γενέσθαι διακόνους τῆς Καινῆς τοῦ Υἱοῦ σου Διαθήκης ἐπὶ τὸ ἔλαιον τοῦτο, ἣν περιεποιήσω τῷ τιμίῳ αὐτοῦ Αἵματι· ἵνα, ἀποδυσάμενοι τὰς κοσμικὰς ἐπιθυμίας, ἀποθάνωμεν τῇ ἁμαρτίᾳ καὶ ζήσωμεν τῇ δικαιοσύνῃ, ἐνδυσάμενοι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, διὰ τῆς χρίσεως τοῦ ἁγιασμοῦ τοῦ μέλλοντος ἐλαίου ἐπάγεσθαι. Γένοιτο, Κύριε, τὸ ἔλαιον τοῦτο, ἔλαιον ἀγαλλιάσεως, ἔλαιον ἁγιασμοῦ, ἔνδυμα βασιλικόν, θώραξ δυνάμεως, πάσης διαβολικῆς ἐνεργείας ἀποτρόπαιον, σφραγὶς ἀνεπιβούλευτος, ἀγαλλίαμα καρδίας, εὐφροσύνη αἰώνιος· ἵνα καὶ ἐν τούτῳ οἱ χριόμενοι, τῷ τῆς ἀναγεννήσεως ἐλαίῳ, φοβεροὶ ὦσι τοῖς ὑπεναντίοις καὶ λάμψωσιν ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου, μὴ ἔχοντες σπίλον, ἢ ῥυτίδα, καὶ εἰσδεχθῶσιν εἰς τὰς αἰωνίους σου ἀναπαύσεις, καὶ δέξωνται τὸ βραβεῖον τῆς ἄνω κλήσεως.
For you are God, great and wonderful, who keep your covenant and your mercy to those who love you. Through your holy child Jesus Christ you give deliverance from sins; you have given us new birth from sin, you give light to the blind, set upright those are cast down; you love the righteous and are merciful to sinners; you have called us back from darkness and the shadow of death, saying to those in chains: Come forth, and to those in darkness reveal yourselves. For in our hearts has shone the light of the knowledge of your Only-begotten Son, since for us he appeared on earth and lived among men. And to as many as received him he gave power to become your children, O God, granting us the grace of sonship through the washing of rebirth, and causing us to have no part in the domination of the devil. Since he did not consider it good for there to be cleansing by blood but by holy Oil, he has given us the sign of his Cross for us to become Christ’s flock, a royal priesthood, a holy nation, having purified us by water and hallowed us by the holy Spirit. Do you, Master and Lord, give grace for this your service, as you gave Moses your servant, Samuel your beloved, John your chosen one and all those who in each generation have been well-pleasing to you. So make us too servants of the new Testament of your Son for this oil, which you have made your own by your precious Blood, that having put off worldly desires we may die to sin and live to righteousness, having put on our Lord Jesus Christ through the anointing of sanctification of the Oil which is about to be applied. May this oil, Lord, be an oil of gladness, an oil of sanctification, a royal garment, a breastplate of power, a protection against every operation of the devil, an inviolable seal, joy of heart, eternal delight, that all who are anointed with this oil of rebirth may become fearsome to their enemies and shine brightly with the brightness of your Saints, without spot or wrinkle, and that they may be received into your eternal rest and receive the prize of their high calling. [EL]
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
For yours it is to have mercy and to save us, O our God, and to you we give glory, to the Father, the Son and the Holy Spirit, now and for ever, and to the ages of ages.
( Ἀμήν. )
( Amen. )
And after the Prayer the Priest takes some of the holy Oil and anoints the person making the Efchelaion, saying the following Prayer:
Πάτερ ἅγιε, ἰατρὲ τῶν ψυχῶν καὶ τῶν σωμάτων, ὁ πέμψας τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, πᾶσαν νόσον ἰώμενον καὶ ἐκ θανάτου λυτρούμενον, ἴασαι καὶ τοὺς δούλους σου, ἐκ τῆς περιεχούσης αὐτοὺς σωματικῆς καὶ ψυχικῆς ἀσθενείας, καὶ ζωοποίησον αὐτούς, διὰ τῆς χάριτος τοῦ Χριστοῦ σου· πρεσβείαις τῆς Ὑπεραγίας, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων ἀσωμάτων· τοῦ τιμίου καὶ ἐνδόξου, προφήτου, προδρόμου και βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατερων ἡμῶν· τῶν ἁγίων καὶ ἰαματικῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, Κύρου καὶ Ἰωάννου, Παντελεήμονος καὶ Ἑρμολάου, Σαμψὼν καὶ Διομήδους, Μωκίου καὶ Ἀνικήτου, Θαλλελαίου καὶ Τρύφωνος· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης καὶ πάντων τῶν Ἁγίων.
Ὅτι σὺ εἰ ἡ πηγὴ τῶν ἰαμάτων, ὁ Θεός, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
For you are the fount of healings, O God, our God, and to you we give glory, to the Father, the Son and the Holy Spirit, now and forever, and to the ages of ages.
( Ἀμήν. )
( Amen. )
Ἀπόστολος Βʹ
2nd Epistle
ΙΕΡΕΥΣ
PRIEST
Πρόσχωμεν.
Let us attend.
ΔΙΑΚΟΝΟΣ
DEACON
Προκείμενον. Ἦχος βʹ. Ψαλμὸς 117.
Prokeimenon Tone 2.
Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν.
The Lord is my strength and my song; he has become my salvation.
Στίχ. Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος καὶ τῷ θανάτῳ οὐ παρέδωκέ με.
Verse: The Lord has chastised me greatly, but he has not abandoned me to death.
ΙΕΡΕΥΣ
PRIEST
Σοφία.
Wisdom.
ΔΙΑΚΟΝΟΣ
DEACON
Πρὸς Ρωμαίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.
The reading is from Paul’s Letter to the Romans.
ΙΕΡΕΥΣ
PRIEST
Πρόσχωμεν.
Let us attend.
ΔΙΑΚΟΝΟΣ
DEACON
Ρωμ (Κεφ. ιεʹ 1 – 7)
Rom. 15:1 – 7
Ἀδελφοί, ὀφείλομεν ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. Ἕκαστος γὰρ ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν· καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται· Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπʼ ἐμέ. Ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν γραφῶν, τὴν ἐλπίδα ἔχωμεν. Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν· ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ἡμᾶς εἰς δόξαν Θεοῦ.
Brethren, we who are strong should bear the weaknesses of the weak, and not {just} please ourselves. Let each one of us please our neighbor for what is good, to be edifying to him. Even Christ did not please himself. But, as it is written, “The insults of those who insulted you fell on me.” For whatever things were written before were written for our instruction, so that through patience and the Scriptures’ encouragement we might have hope. Now may the God of endurance and encouragement grant you to be together of the same mind according to Christ Jesus, so that with one accord, you may with one mouth glorify the God and Father of our Lord Jesus Christ. Therefore, accept one another, even as Christ also accepted you, to the glory of God. [EOB]
Ἀλληλούϊα. Ψαλμὸς ΠΗʹ (88).
Alleluia. Tone 5. Psalm 88.
ΧΟΡΟΣ
PEOPLE
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Alleluia, Alleluia, Alleluia.
Στίχ.
Verse: I will sing of your mercies, O Lord, forever.
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Alleluia, Alleluia, Alleluia.
Εὐαγγέλιον Βʹ
2nd Gospel
ΔΙΑΚΟΝΟΣ
DEACON
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Wisdom. Stand upright. Let us listen to the Holy Gospel.
ΙΕΡΕΥΣ
PRIEST
Εἰρήνη πᾶσι.
Peace to all.
( Καὶ τῷ πνεύματί σου. )
( And to your spirit. )
ΙΕΡΕΥΣ
PRIEST
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
The reading is from the Holy Gospel according to Luke.
ΔΙΑΚΟΝΟΣ
DEACON
Πρόσχωμεν.
Let us attend.
( Δόξα σοι, Κύριε, δόξα σοι. )
( Glory to you, O Lord, glory to you. )
ΙΕΡΕΥΣ
PRIEST
(Κεφ. ιθʹ 1 – 10)
Τῷ καιρῷ ἐκείνῳ διήρχετο ὁ Ἰησοῦς τὴν Ἰεριχώ. Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος· καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ οὗτος ἦν πλούσιος. Καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστι, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. Kαὶ προδραμὼν ἔμπροσθεν, ἀνέβη ἐπὶ συκομορέαν, ἵνα ἴδῃ αὐτόν, ὅτι διʼ ἐκείνης ἤμελλε διέρχεσθαι. Καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς εἶδεν αὐτὸν καὶ εἶπεν πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. Καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. Καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλῦσαι. Σταθεὶς δὲ Ζακχαῖος εἶπε πρὸς τὸν Κύριον· Ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς, καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. Εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς, ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν. Ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.
At that time, Jesus entered Jericho and was passing through. And there was a man named Zacchaios; he was a chief collector, and rich. And he sought to see who Jesus was, but could not, on account of the crowd, because he was small of stature. So he ran on ahead and climbed up into a sycamore tree to see him, for he was to pass that way. And when Jesus came to the place, he looked up and said to him, “Zacchaios, make haste and come down; for I must stay at your house today.” So he made haste and came down, and received him joyfully. And when they saw it they all murmured, “He has gone in to be the guest of a man who is a sinner.” And Zacchaios stood and said to the Lord, “Behold, Lord, the half of my goods I give to the poor; and if I have defrauded any one of anything, I restore it fourfold.” And Jesus said to him, “Today salvation has come to this house, since he also is a son of Abraham. For the Son of man came to seek and to save the lost.” [RSV]
ΧΟΡΟΣ
PEOPLE
Δόξα σοι, Κύριε, δόξα σοι.
Glory to you, O Lord, glory to you.
ΔΙΑΚΟΝΟΣ
DEACON
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Have mercy on us, O God, according to your great mercy, we pray you, hear and have mercy.
( Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. )
( Lord, have mercy. Lord, have mercy. Lord, have mercy. )
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν προσελθόντων ἐν τῷ Ἁγίῳ Μυστηρίῳ τούτῳ, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
( Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. )
( Lord, have mercy. Lord, have mercy. Lord, have mercy. )
ΙΕΡΕΥΣ
PRIEST
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
For you, O God, are merciful, and love mankind, and to you we give glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages.
( Ἀμήν. )
( Amen. )
ΔΙΑΚΟΝΟΣ
DEACON
Τοῦ Κυρίου δεηθῶμεν.
Let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
And the Priest says this Prayer:
ΙΕΡΕΥΣ
PRIEST
Εὐχὴ Βʹ
3rd Prayer.
Ὁ Θεὸς ὁ μέγας καὶ ὕψιστος, ὁ ὑπὸ πάσης κτίσεως προσκυνούμενος, ἡ τῆς σοφίας πηγή, ἡ τῆς ἀγαθότητος ὄντως ἀνεξιχνίαστος ἄβυσσος, καὶ τῆς εὐσπλαγχνίας ἀπεριόριστον πέλαγος· αὐτός, φιλάνθρωπε Δέσποτα, ὁ τῶν προαιωνίων καὶ θαυμασίων Θεός, ὃν οὐδεὶς ἀνθρώπων, ἐννοῶν, ἰσχύει καταλαβέσθαι, ἐπίβλεψον, εἰσάκουσον ἡμῶν τῶν ἀναξίων δούλων σου· καὶ ὅπου ἐπὶ τῷ ὀνόματί σου τῷ μεγάλῳ, τὸ ἔλαιον τοῦτο προσάγομεν, κατάπεμψον τῆς σῆς δωρεᾶς τὰ ἰάματα καὶ ἄφεσιν ἁμαρτιῶν, καὶ ἴασαι αὐτοὺς ἐν τῷ πλήθει τοῦ ἐλέους σου. Ναί, Κύριε εὐδιάλλακτε, ὁ μόνος ἐλεήμων καὶ φιλάνθρωπος, ὁ μετανοῶν ἐπὶ ταῖς κακίαις ἡμῶν, ὁ εἰδὼς ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ, ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν, ὁ διὰ τὴν τῶν ἁμαρτωλῶν σωτηρίαν ἐνανθρωπήσας, Θεὸς ὤν, καὶ πλασθεὶς διὰ τὸ πλάσμα σου· σὺ εἶ ὁ εἰπών· «Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν»· σὺ εἶ ὁ τὸ πρόβατον ζητήσας τὸ ἀπολωλός· σὺ εἶ ὁ τὴν ἀπολομένην δραχμὴν ἐπιμελῶς ζητήσας καὶ εὑρών· σὺ εἶ ὁ εἰπών, ὅτι· «Τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω»· σὺ εἶ ὁ τὴν Πόρνην, τοὺς τιμίους σου πόδας δάκρυσι βρέξασαν, μὴ βδελυξάμενος· σὺ εἶ ὁ εἰπών· «Ὁσάκις ἂν πέσῃς, ἔγειραι καὶ σωθήσῃ»· σὺ εἶ ὁ εἰπών, ὅτι· «Χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι»· αὐτὸς ἔπιδε, εὔσπλαγχνε Δέσποτα, ἐξ ὕψους ἁγίου σου, συνεπισκιάσας ἡμῖν τοῖς ἁμαρτωλοῖς καὶ ἀναξίοις δούλοις σου, ἐν χάριτι τοῦ Ἁγίου Πνεύματος ἐν τῇ ὥρᾳ ταύτῃ, καὶ κατασκήνωσον ἐπὶ τοὺς δούλους σου τούτους, τοὺς ἐπεγνωκότας τὰ ἴδια πλημμελήματα καὶ προσιόντας σοι πίστει· καὶ προσδεξάμενος τῇ ἰδίᾳ σου φιλανθρωπίᾳ, εἴ τι ἐπλημμέλησαν ἐν λόγῳ ἢ ἔργῳ ἢ κατὰ διάνοιαν, συγχωρήσας, ἐξάλειψον καὶ κάθαρον αὐτοὺς ἀπὸ πάσης ἁμαρτίας καί, ἀεὶ συμπαρὼν αὐτοῖς, διαφύλαξον τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς αὐτῶν, πορευομένους ἐν τοῖς δικαιώμασί σου, πρὸς τὸ μηκέτι ἐπίχαρμα γενέσθαι αὐτοὺς τῷ διαβόλῳ· ἵνα καὶ ἐπʼ αὐτοῖς δοξασθῇ τὸ πανάγιον ὄνομά σου.
O God, great and most high, who are worshipped by all creation, the fount of wisdom, the truly unfathomable abyss of goodness and the boundless ocean of compassion, do you, Master who love mankind, God of things eternal and wonderful, whom no human by taking thought is able to grasp, look upon, hearken to us your unworthy servants, and where we bring this Oil in your great name send down the healings of your gift and forgiveness of sins and heal them in the multitude of your mercy. Yes, Lord who are easy to be entreated, alone merciful and lover of mankind, who repent over our evil deeds, who know that the mind of mortals is bent upon wickedness from their youth, who do not want the death of sinners, but that turn back and live, who, being God, for the salvation of sinners became man, for the sake of your creature being made a creature. It is you who said: I have not come to call the righteous but sinners to repentance; you who sought the lost sheep; you who diligently sought the lost coin, and found it; you who said: The one who comes to me I will in no way cast out; you who did not abhor the Harlot when she drenched your honoured feet with her tears; you who said: As often as you fall, arise and you will be saved; you who said: There is joy in heaven over one sinner who repents. Look then, compassionate Master, from your holy height, overshadowing us sinners and your unworthy servants with the grace of the holy Spirit at this hour, and make your dwelling in your servants, who acknowledge their own offences and approach you in faith. And receiving them by your own love for mankind, and pardoning them whatever they have offended by word or deed or in thought, cleanse and purify them from every sin. And, being ever present to them, keep them during the remaining time of their life walking in your statutes so as to be no longer a laughing stock to the devil, that your all-holy name may be glorified in them. [EL]
For yours it is to have mercy and to save us, Christ our God, and to you we give glory, together with your Father, who has no beginning, and your all-holy, good and life-giving Spirit, now and forever, and to the ages of ages.
( Ἀμήν. )
( Amen. )
Ἀπόστολος Γʹ
3rd Epistle
ΔΙΑΚΟΝΟΣ
DEACON
Πρόσχωμεν.
Let us attend.
ΑΝΑΓΝΩΣΤΗΣ
READER
Προκείμενον. Ἦχος γʹ. Ψαλμὸς 26.
Prokeimenon Tone 3.
Κύριος φωτισμός μου καὶ Σωτήρ μου· τίνα φοβηθήσομαι;
Στίχ. Κύριος υπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω;
Verse:
ΙΕΡΕΥΣ
PRIEST
Σοφία.
Wisdom.
ΔΙΑΚΟΝΟΣ
DEACON
Πρὸς Κορινθίους Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.
The reading is from Paul’s First Letter to the Corinthians.
ΙΕΡΕΥΣ
PRIEST
Πρόσχωμεν.
Let us attend.
ΔΙΑΚΟΝΟΣ
DEACON
Αʹ Κορ (Κεφ. ιβʹ 27 – 31, ιγʹ 1 – 8)
1 Cor. 12:27 – 13:8
Ἀδελφοί, ὑμεῖς ἔστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. Μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσι; μὴ πάντες διερμηνεύουσι; Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα. Καὶ ἔτι καθʼ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσομαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει.
Brethren, you are the body of Christ and individually members of it. And God has appointed in the church first apostles, second prophets, third teachers, then workers of miracles, then healers, helpers, administrators, speakers in various kinds of tongues. Are all apostles? Are all prophets? Are all teachers? Do all work miracles? Do all possess gifts of healing? Do all speak with tongues? Do all interpret? But earnestly desire the higher gifts. And I will show you a still more excellent way. If I speak in the tongues of men and of angels, but have not love, I am a noisy gong or a clanging cymbal. And if I have prophetic powers, and understand all mysteries and all knowledge, and if I have all faith, so as to remove mountains, but have not love, I am nothing. If I give away all I have, and if I deliver my body to be burned, but have not love, I gain nothing. Love is patient and kind; love is not jealous or boastful; it is not arrogant or rude. Love does not insist on its own way; it is not irritable or resentful; it does not rejoice at wrong, but rejoices in the right. Love bears all things, believes all things, hopes all things, endures all things. Love never ends. [RSV]
ΙΕΡΕΥΣ
PRIEST
Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.
Peace to you.
Ἀλληλούϊα. Ψαλμὸς Λʹ (30).
Alleluia. Tone 2. Psalm 30.
ΧΟΡΟΣ
PEOPLE
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Alleluia, Alleluia, Alleluia.
Στίχ.
Verse: In you, O Lord, have I hoped, let me not be put to shame forever.
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Alleluia, Alleluia, Alleluia.
Εὐαγγέλιον Γʹ
3rd Gospel.
ΔΙΑΚΟΝΟΣ
DEACON
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Wisdom. Stand upright. Let us listen to the Holy Gospel.
ΙΕΡΕΥΣ
PRIEST
Εἰρήνη πᾶσι.
Peace to all.
( Καὶ τῷ πνεύματί σου. )
( And to your spirit. )
ΙΕΡΕΥΣ
PRIEST
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
The reading is from the Holy Gospel according to Matthew.
ΔΙΑΚΟΝΟΣ
DEACON
Πρόσχωμεν.
Let us attend.
( Δόξα σοι, Κύριε, δόξα σοι. )
( Glory to you, O Lord, glory to you. )
ΙΕΡΕΥΣ
PRIEST
(Κεφ. ιʹ 1, 5 – 8)
Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
ΧΟΡΟΣ
PEOPLE
Δόξα σοι, Κύριε, δόξα σοι.
Glory to you, O Lord, glory to you.
ΔΙΑΚΟΝΟΣ
DEACON
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Have mercy on us, O God, according to your great mercy, we pray you, hear and have mercy.
( Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. )
( Lord, have mercy. Lord, have mercy. Lord, have mercy. )
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν προσελθόντων ἐν τῷ Ἁγίῳ Μυστηρίῳ τούτῳ, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
( Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. )
( Lord, have mercy. Lord, have mercy. Lord, have mercy. )
ΙΕΡΕΥΣ
PRIEST
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
For you, O God, are merciful, and love mankind, and to you we give glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages.
( Ἀμήν. )
( Amen. )
ΔΙΑΚΟΝΟΣ
DEACON
Τοῦ Κυρίου δεηθῶμεν.
Let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
And the Priest says this Prayer:
ΙΕΡΕΥΣ
PRIEST
Εὐχὴ Γʹ
3rd Prayer.
Δέσποτα παντοκράτορ, ἅγιε Βασιλεῦ, ὁ παιδεύων καὶ μὴ θανατῶν, ὁ ὑποστηρίζων τοὺς καταπίπτοντας καὶ ἀνορθῶν τοὺς κατεῤῥαγμένους· ὁ τὰς σωματικὰς θλίψεις διορθούμενος τῶν ἀνθρώπων, αἰτούμεθά σε, ὁ Θεὸς ἡμῶν, ὅπως ἐπαγάγῃς τὸ ἔλεός σου ἐπὶ τὸ ἔλαιον τοῦτο, καὶ τοὺς χριομένους ἐξ αὐτοῦ ἐν τῷ ὀνόματί σου, ἵνα γένηται αὐτοῖς εἰς ἴασιν ψυχῆς τε καὶ σώματος καὶ εἰς καθαρισμὸν καὶ ἀπαλλαγὴν παντὸς πάθους, καὶ πάσης νόσου καὶ μαλακίας καὶ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Ναί, Κύριε, τὴν ἰατρικήν σου δύναμιν οὐρανόθεν ἐξαπόστειλον· ἅψαι τοῦ σώματος, σβέσον τὸν πυρετόν, πράϋνον τὸ πάθος, καὶ πᾶσαν λανθάνουσαν ἀσθένειαν ἀποδίωξον. Γενοῦ ἰατρὸς τῶν δούλων σου τούτων· ἐξέγειρον αὐτοὺς ἀπὸ κλίνης ὀδυνηρᾶς καὶ στρωμνῆς κακώσεως· σῴους καὶ ὁλοκλήρους χάρισαι αὐτοὺς τῇ Ἐκκλησίᾳ σου, εὐαρεστοῦντας καὶ ποιοῦντας τὸ θέλημά σου.
Master almighty, holy King, who chastise and do not put to death, who support those who fall and set upright those who are cast down; who correct the bodily afflictions of mankind, we beseech you, our God, to send your mercy upon this Oil and upon those who are anointed from it in your name, that it may become for them for healing of soul and body, and for the cleansing and driving out of every suffering and every disease and every sickness and of every defilement of flesh and spirit. Yes, Lord, send forth from heaven your healing power; touch the body, quench the fever, calm the suffering and chase away every lurking infirmity. Be the physician of your servants; raise them up from their bed of pain and their couch of distress; give them to your Church safe and sound, well-pleasing to you and doing your will. [EL]
For yours it is to have mercy and to save us, O God, our God, and to you we give glory, to Father, Son and holy Spirit, now and forever, and to the ages of ages.
( Ἀμήν. )
( Amen. )
Ἀπόστολος Δʹ
4th Epistle.
ΙΕΡΕΥΣ
PRIEST
Πρόσχωμεν.
Let us attend.
ΔΙΑΚΟΝΟΣ
DEACON
Προκείμενον. Ἦχος δʹ.
Prokeimenon Tone 4.
Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπάκουσόν μου.
Στίχ. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου.
Verse:
ΙΕΡΕΥΣ
PRIEST
Σοφία.
Wisdom.
ΔΙΑΚΟΝΟΣ
DEACON
Πρὸς Κορινθίους Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.
The reading is from Paul’s First Letter to the Corinthians.
ΙΕΡΕΥΣ
PRIEST
Πρόσχωμεν.
Let us attend.
ΔΙΑΚΟΝΟΣ
DEACON
Βʹ Κορ (Κεφ. Ϛʹ 16 – 18, ζʹ 1)
2 Cor. (6:16 – 7:1)
Ἀδελφοί, ὑμεῖς ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ Θεός, ὅτι· Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς, καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ. Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.
Brethren, what agreement can there be between God’s sanctuary and idols? For you are a sanctuary of the living God. Even as God said, “I will dwell in them, and walk in them; and I will be their God, and they will be my people.” Therefore: ‘Come out from among them and be separate,’ says the Lord. ‘Touch no unclean thing. I will receive you. I will be a Father to you. You will be to me sons and daughters,’ says the Lord Almighty.” Since we have these promises, beloved, let us purify ourselves from all defilement of flesh and spirit, so that we may bring [our] holiness to completion in the fear of God. [EOB]
ΙΕΡΕΥΣ
PRIEST
Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.
Peace to you.
Ἀλληλούϊα.
Alleluia. Tone 2.
ΧΟΡΟΣ
PEOPLE
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Alleluia, Alleluia, Alleluia.
Στίχ.
Verse: With patience I waited patiently for the Lord, and he attended to me.
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Alleluia, Alleluia, Alleluia.
Εὐαγγέλιον Δʹ
4th Gospel.
ΔΙΑΚΟΝΟΣ
DEACON
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Wisdom. Stand upright. Let us listen to the Holy Gospel.
ΙΕΡΕΥΣ
PRIEST
Εἰρήνη πᾶσι.
Peace to all.
( Καὶ τῷ πνεύματί σου. )
( And to your spirit. )
ΙΕΡΕΥΣ
PRIEST
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
The reading is from the Holy Gospel according to Matthew.
ΔΙΑΚΟΝΟΣ
DEACON
Πρόσχωμεν.
Let us attend.
( Δόξα σοι, Κύριε, δόξα σοι. )
( Glory to you, O Lord, glory to you. )
ΙΕΡΕΥΣ
PRIEST
ηʹ 14 – 23
8:14 – 23
Τῷ καιρῷ ἐκείνῳ, ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδε τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν· καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ. Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς, καὶ ἐξέβαλε τὰ πνεύματα λόγῳ καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε καὶ τὰς νόσους ἐβάστασεν. Ἰδὼν δὲ ὁ Ἰησοῦς πολλοὺς ὄχλους περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν. Καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ· διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. Ἕτερος δὲ τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. Καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
At that time, when Jesus came into Peter’s house, he saw Peter’s mother-in-law lying sick with a fever. He touched her hand, and the fever left her. She got up and served him. When evening came, many who were possessed with demons were brought to him. He cast out the spirits with a word, and healed all who were sick. Thus, what had been spoken through Isaias the prophet was fulfilled: ‘He took our infirmities, and bore our diseases.’ Now when Jesus saw great crowds around him, he gave the order to depart to the other side. A scribe came and said to him, “Teacher, I will follow you wherever you go!” Jesus replied, “The foxes have holes and the birds of the sky have nests, but the Son of Man has nowhere to lay his head.” Another of his disciples said to Jesus, “Lord, allow me first to go and bury my father.” But Jesus replied, “Follow me, and let the dead bury their [own] dead.” When he got into the boat, his disciples followed him. [EOB]
ΧΟΡΟΣ
PEOPLE
Δόξα σοι, Κύριε, δόξα σοι.
Glory to you, O Lord, glory to you.
ΔΙΑΚΟΝΟΣ
DEACON
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Have mercy on us, O God, according to your great mercy, we pray you, hear and have mercy.
( Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. )
( Lord, have mercy. Lord, have mercy. Lord, have mercy. )
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν προσελθόντων ἐν τῷ Ἁγίῳ Μυστηρίῳ τούτῳ, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
( Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. )
( Lord, have mercy. Lord, have mercy. Lord, have mercy. )
ΙΕΡΕΥΣ
PRIEST
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
For you, O God, are merciful, and love mankind, and to you we give glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages.
( Ἀμήν. )
( Amen. )
ΔΙΑΚΟΝΟΣ
DEACON
Τοῦ Κυρίου δεηθῶμεν.
Let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
And the Priest says this Prayer:
ΙΕΡΕΥΣ
PRIEST
Εὐχὴ Δʹ
4th Prayer.
Ἀγαθὲ καὶ φιλάνθρωπε, εὔσπλαγχνε καὶ πολυέλεε Κύριε, ὁ πολὺς ἐν ἐλέει καὶ πλούσιος ἐν ἀγαθότητι, ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως, ὁ ἐνισχύσας ἡμᾶς διὰ τῶν ἁγίων σου Ἀποστόλων, ἐλαίῳ μετὰ προσευχῆς τὰς ἀσθενείας τοῦ λαοῦ θεραπεύεσθαι· αὐτός, καὶ τὸ ἔλαιον τοῦτο σύνταξον εἰς ἴασιν τοῖς ἐξ αὐτοῦ χριομένοις, εἰς ἀπαλλαγὴν πάσης νόσου καὶ πάσης μαλακίας, εἰς ἀπολύτρωσιν τῶν κακῶν τῶν ἀπεκδεχομένων τὴν παρὰ σοῦ σωτηρίαν. Ναί, Δέσποτα Κύριε ὁ Θεὸς ἡμῶν, δεόμεθά σου, παντοδύναμε, τοῦ σῴζειν πάντας ἡμᾶς· ὁ μόνος ψυχῶν τε καὶ σωμάτων Ἰατρός, ἁγίασον πάντας ἡμάς· ὁ πᾶσαν νόσον ἰώμενος, ἴασαι καὶ τοὺς δούλους σου τούτους· ἐξέγειρον αὐτοὺς ἀπὸ κλίνης ὀδυνηρᾶς, διὰ ἐλέους τῆς σῆς χρηστότητος· ἐπίσκεψαι αὐτοὺς ἐν ἐλέει καὶ οἰκτιρμοῖς σου· ἀποδίωξον ἀπʼ αὐτῶν πᾶσαν ἀῤῥωστίαν καὶ ἀσθένειαν· ἵνα, ἑξαναστάντες τῇ χειρί σου τῇ κραταιᾷ, δουλεύωσί σοι μετὰ πάσης εὐχαριστίας· ὅπως καὶ νῦν, μετέχοντες τῆς σῆς ἀφάτου φιλανθρωπίας, ὑμνῶμεν καὶ δοξάζωμέν σε τὸν ποιοῦντα μεγάλα καὶ θαυμαστά, ἔνδοξά τε καὶ ἐξαίσια.
O Lord, who are good and love mankind, compassionate and most merciful, who are great in mercy and rich in loving kindness, the Father of mercies and the God of all consolation, who have empowered us through your holy Apostles to cure the infirmities of the people by oil with prayer, do you yourself prescribe this Oil for healing for those anointed with it, for the expelling of every disease and every sickness, for deliverance from evils of those who await from you salvation. Yes, Master, Lord our God, we beg you, O all powerful, to save us all. Only physician of souls and bodies hallow us all. You heal every disease, heal your servants also; raise them from their bed of pain through the mercy of your goodness; visit them with your mercy and acts of pity. Drive from them every ailment and infirmity, so that having risen by your mighty hand they may serve you with all thanksgiving, in order that we also, who share in your ineffable love for mankind, may now praise and glorify you whose actions are great and wondrous, glorious and transcendent. [EL]
For yours it is to have mercy and to save us, O God, our God, and to you we give glory, to the Father, the Son and the Holy Spirit, now and forever, and to the ages of ages.
( Ἀμήν. )
( Amen. )
Ἀπόστολος Εʹ
5th Epistle
ΔΙΑΚΟΝΟΣ
DEACON
Πρόσχωμεν.
Let us attend.
ΑΝΑΓΝΩΣΤΗΣ
READER
Προκείμενον. Ψαλμὸς ΙΑʹ (11).
Prokeimenon Tone 5. Psalm 11
Σύ, Κύριε, φυλάξαις ἡμᾶς καὶ διατηρήσαις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα.
You will guard us and protect us, O Lord, from this generation forever.
Στίχ.
Verse: Save me, O Lord, for the godly are no more.
ΙΕΡΕΥΣ
PRIEST
Σοφία.
Wisdom.
ΔΙΑΚΟΝΟΣ
DEACON
Πρὸς Κορινθίους Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.
The reading is from Paul’s Second Letter to the Corinthians.
ΙΕΡΕΥΣ
PRIEST
Πρόσχωμεν.
Let us attend.
ΔΙΑΚΟΝΟΣ
DEACON
Βʹ Κορ (Κεφ. αʹ 8 – 11)
2 Cor. 1:8 – 11
Ἀδελφοί, οὐ θέλομεν ὑμᾶς ἀγνοεῖν, ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθʼ ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν, ὥστε ἑξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν. Ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφʼ ἑαυτοῖς, ἀλλ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς· ὃς ἐκ τηλικούτου θανάτου ἐῤῥύσατο ἡμᾶς καὶ ῥύεται, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται, συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν.
Brethren, we do not want you to be ignorant of the affliction we experienced in Asia; for we were so utterly, unbearably crushed that we despaired of life itself. Why, we felt that we had received the sentence of death; but that was to make us rely not on ourselves but on God who raises the dead; he delivered us from so deadly a peril, and he will deliver us; on him we have set our hope that he will deliver us again. You also must help us by prayer, so that many will give thanks on our behalf for the blessing granted us in answer to many prayers. [RSV]
Ἀλληλούϊα.
Alleluia. Tone 5.
ΧΟΡΟΣ
PEOPLE
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Alleluia, Alleluia, Alleluia.
Στίχ.
Verse: I will sing of your mercies, O Lord, forever.
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Alleluia, Alleluia, Alleluia.
Εὐαγγέλιον Εʹ
5th Gospel.
ΔΙΑΚΟΝΟΣ
DEACON
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Wisdom. Stand upright. Let us listen to the Holy Gospel.
ΙΕΡΕΥΣ
PRIEST
Εἰρήνη πᾶσι.
Peace to all.
( Καὶ τῷ πνεύματί σου. )
( And to your spirit. )
ΙΕΡΕΥΣ
PRIEST
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
The reading is from the Holy Gospel according to Matthew.
ΔΙΑΚΟΝΟΣ
DEACON
Πρόσχωμεν.
Let us attend.
(